[ ]
Pholegandros — ca. 3rd c. AD — IG XII,3 Suppl. p. 334
| I.1 | [τύμ]βον Ἀβάσκαντός μοι ἀνὴρ ἐμὸ[ν] ἔκτισε [τόνδε] |
| λάϊνον ἡμετέρης μνησκόμενος φιλίης· | |
| ἡ δὲ πρόμοιρος ἐγὼ σκότιον δόμον ἤλυθ’ Ἀν[άγ]κ[η]ς {²⁷Ν[αρ]κ[ώ]?}²⁷ | |
| εἰκοστῷ πένπτον κοινὸν ἔχουσα ἔτος, | |
| 5 | Μοίρης ᾧ ’πέκλωσε τὰ δόγματα μητέρι πικρὰ |
| πατρί τε Σωσιβίῳ πένθεα δισσὰ τέκνων. | |
| II.1 | οὐκ ἔφυγον Φολέκανδρον ἐμὰν πόλιν, ἀλλά με δαίμων |
| ἄγαγεν ἁρπάξας δύσμορον, ὄφρα θάνω | |
| ξεῖνος ἐγὼ Κ[ρ]ήτης ἐν δώμασι, καί με τοκήων | |
| καὶ βιότου πικρὰ νοῦσος ἀπεστέρεσεν. | |
| 5 | τοὐμὸν δ’ οὔνομ’ ἔην Ἀγαθάμερος, εἰμὶ δὲ ματρὸς |
| Πρηγίσσας πατρὸς Σωσιβίου τε πάϊς, | |
| ὅ[ς] με κασινγνήτας ἐπὶ σάματι τοῖον ἔτμυξε {²⁶ἔτμηξε}²⁶ | |
| εἰς πάτραν ψαυδῆ νεκρὸν ἐφεσταότα. |