[ ]
Thera
1 | ἁ βουλὰ καὶ ὁ δᾶμος Οὐλπίαν |
Νοβίαν Οὐατεινία Βασιλόκληαν | |
Νοβίας Βειβίας θυγατέρα ἀφηρώϊξε. | |
ὅτι μὲν πρόμοιρος ἁρπάγην ἐγὼ λυγρὰ | |
5 | ἐκ τοῦ γλυκυτάτου φωτὸς ἐ<ς> τὸν Ἀΐδαν |
ἄτεκνος, ἀλγύνεσθε τοῦτ’ ἐπίσταμαι· | |
πλὴν δ’ οὐκ ἄσαμος κἂν φθιτοῖς νομίζομαι | |
ἁ Βασιλόκληα διὰ γένος καὶ τοὔνομα | |
συνευνέτας γὰρ οὑμὸς ὡς {²⁶ὡξ}²⁶ Οἴας Πέλοψ | |
10 | πασῶν ἀρίσταν ἠδὲ κοσμίαν ἐμὲ |
ἀφηροΐξας δεῖξε Πλουτῆος κόρᾳ. | |
Λοιπὸν τί λυπῇ, εὐσεβῆς <σ>υνευνέτα, | |
τὰν νύκτα θρηνῶν τὰν ἐμὰν ἱμαρμέναν; | |
τοῦτ’ ἤθελεν γὰρ Γένεσις καὶ Μοιρῶν μίτοι, {²sic}² | |
15 | αἷς οὐδ’ Ἀχιλλεὺς Θέτιδος ἐκ θεᾶς γεγὼς |
στᾶμεν ποτ’ ἀλκὰν δυνατὸς εὑρέθη θέλων. |