[ ]
Thera
| 1 | ὁ δᾶμος ἀφηρώϊξε [καὶ ἐτ]είμασε [τὸν] |
| ἱερέα Ἀπόλλωνος Καρνείου διὰ γένους | |
| ❦ Ἄδμητον ❦ Θεοκλείδα | |
| πάσας ἀρετᾶς ἕνεκα καὶ σωφροσύνας. | |
| 4a | {²a dextra vv. 7-9, corona}² |
| 5 | εἴ τι παρ’ Αἱμονιεῦσι γένος πολιοῖο Φέρητος, |
| εἴ τι παρ’ Εὐρώται κόμπασαν Οἰβαλίδαι | |
| ἀνδρασιν ἐν προτέροις καθαρώτατον, οἵ βασιλήων | |
| παῖδες καὶ μεγάλων ἦσαν ἀπ’ ἀθανάτων, | |
| τοῦτο λαχὼν Ἄδμητος ἴ[σ]ο[ν πι]νυτῆτι καὶ αἰδοῖ | |
| 10 | μοῖραν ἀνέπλησεν ῥιγεδανοῦ βιότου, |
| μητρὶ λιπὼν ἀλόχῳ τε βαρὺν πόνον· ἀλλὰ τί θαῦμα; | |
| καὶ Θέτις /// Αἰακίδην κλαῦσεν ἀποφθίμενον. |