[ ] Thera
1  ὁ δᾶμος ἀφηρώϊξε [καὶ ἐτ]είμασε [τὸν]
ἱερέα Ἀπόλλωνος Καρνείου διὰ γένους
  ❦ Ἄδμητον ❦ Θεοκλείδα
πάσας ἀρετᾶς ἕνεκα καὶ σωφροσύνας.
4a {²a dextra vv. 7-9, corona}²
5 εἴ τι παρ’ Αἱμονιεῦσι γένος πολιοῖο Φέρητος,
  εἴ τι παρ’ Εὐρώται κόμπασαν Οἰβαλίδαι
ἀνδρασιν ἐν προτέροις καθαρώτατον, οἵ βασιλήων
  παῖδες καὶ μεγάλων ἦσαν ἀπ’ ἀθανάτων,
τοῦτο λαχὼν Ἄδμητος ἴ[σ]ο[ν πι]νυτῆτι καὶ αἰδοῖ
10   μοῖραν ἀνέπλησεν ῥιγεδανοῦ βιότου,
μητρὶ λιπὼν ἀλόχῳ τε βαρὺν πόνον· ἀλλὰ τί θαῦμα;
  καὶ Θέτις /// Αἰακίδην κλαῦσεν ἀποφθίμενον.
Search Help