[ ] Thera — 161-180 AD
1 Αὐτοκράτορα Καίσαρα Μᾶρκον
Αὐρήλιον Ἀντωνεῖνον
     Σεβαστὸν
ἡ βουλὴ καὶ ὁ δῆμος
5      ὁ Θηραίων
τὴν ἐπιμέλειαν καὶ τὴν
ἀνάστασιν ποιησαμένων
ἀρχόντων Ἀσκληπιάδου βʹ
και Κοιήτου βʹ καὶ Ἀλεξάνδρου
10 Εὐφροσύνου, ἱερασαμένου
Πολυούχου βʹ.
Search Help
Contact Us