[ ]
Thera — 102-116 AD
| 1 | Αὐτοκράτορα Νέρβαν Τραϊανὸ[ν] |
| Καίσαρα Σεβαστὸν Γερμανικὸν | |
| Δακικὸν ἡ βουλὴ καὶ ὁ δῆμος, | |
| ἐπιμεληθέντων τῶν ἀρχόντων | |
| 5 | Μάρκου Οὐλπίου Κλαυδιανοῦ Ἀγλ[ω]φάνους, |
| Γοργοσθένους τοῦ Πραταιμένους, | |
| Ἁγησιππίδα τοῦ Ἀριστοπάμονος. |