[ ]
Thera — 153/52 BC — IG XII,3 Suppl. p. 285
1 | ἔδοξε τοῖς ἀλειφομένοις· ἐπειδὴ |
Βάτων Φίλωνος πρότερον μὲν | |
ἐφ’ ἔτη δύο προχειρισθεὶς γυμνασί- | |
αρχος προεστάτησε ἐνδόξως | |
5 | καὶ καταξίως αὑτοῦ τε καὶ τῆς τῶν |
ἀλειφομένων προαιρέσεως τοῦ | |
γυμνασίου, ἀνθ’ ὧν τὸ κοινὸν εὐδο- | |
κιμήσαντα ἐστεφάνωσεν αὐτὸν | |
ἐπὶ τὰ προειρημένα ἔτη δύο θαλ- | |
10 | λοῦ στεφάνωι, καὶ τὴν περὶ τούτων |
ἀναγραφὴν ὐπομνήματος χάριν | |
εἰς τὸ γυμνάσιον κ<α>τακεχώρικεν φι- | |
λοτιμίας ἕνεκεν καὶ τῆς λοιπῆς ἐ- | |
πιμελείας ἧς ἔχων διετέλεσεν εἰς | |
15 | αὐτούς, πάλιν τε εἰς τὸ κϛʹ (ἔτος) καὶ ζκʹ |
(ἔτος) και ηκʹ (ἔτος) ἀξιωθεὶς ὑπέμεινε γυ- | |
μνασιαρχῆσαι, καὶ τὴν ἁρμόζουσαν εὐ- | |
ταξίαν αὐτός τε συνετήρησεν καὶ | |
τοῦ τόπου καὶ τῶν ἀλειφομένων ἐ- | |
20 | κτενέστερον καὶ φιλοτιμότερον ἔτι |
πολλῶι προεστάτησεν τούς τε τῶι | |
Ἑρμεῖ καὶ Ἡρακλεῖ τιθεμένους ὑπὲρ | |
τοῦ βασιλέως γυμνικοὺς ἀγῶνας | |
συνευκοσμῶν κατὰ τὴν αὑτοῦ δύ- | |
25 | ναμιν κα[τ]’ ἰδίαν ἐκτιθεὶς ἆθλα τὰ |
καθήκοντα τοῖς ἀγωνιζομένοις, | |
ἐφ’ οἷς θεωροῦν τὸ κοινὸν πᾶσαν | |
προθυμίαν καὶ σπουδὴν ἐνδεικνύμε- | |
νον αὐτὸν ὑπὲρ τοῦ τόπου στεφάνους | |
30 | τε χρυσοῦς περιτέθεικεν καὶ γραπτῇ |
τετίμηκεν εἰκόνι Βάτωνα Φίλωνος | |
γυμνασιαρχήσαντα τὸ τρίτον καὶ τέ- | |
ταρτον καὶ πέμπτον ἑξῆς καὶ τὴν ἐν | |
τῶι προδεδηλωμένωι χρόνωι τῶν νέ- | |
35 | ων προστασίαν εὐσχήμονά τε καὶ |
πρέπουσαν ποιησάμενον· δεδόχθαι δὲ | |
καὶ νῦν ἐπαινέσαι τε αὐτὸν ἐπὶ τούτοις | |
καὶ προσεπιστεφανῶσαι πάλιν χρυσῶι | |
στεφάνωι, καὶ τοὺς μὲν χρυσοῦς στεφά- | |
40 | νους εἰς λεύκωμα καταχωρίσαι, τὸ δὲ δό- |
γμα τόδε ἀναγράψαι εἰς στήλην λιθί- | |
νην καὶ ἀναθεῖναι ἐν τῶι ἐπιφανεστά- | |
τωι τόπωι τοῦ γυμνασίου· προσαξιῶσαι | |
δὲ αὐτὸν καὶ εἰς τὸ θκʹ (ἔτος) ἔτι γυμνασιαρχῆ- | |
45 | σαι, διότι τοῦτο πράξας ἔσται πᾶσι τοῖς |
ἀλειφομένοις κεχαρισμένος. |