[ ] Thera — ca. 210-195 BC
A                [Φοῖνιξ {²τοῦ δεῖνος}²(?)]
1 Ἀνδραγόρας Φοίνικος. Ἐπικτήτα Γρ[ί]ννου. Κρατησίλοχος Φοίνικος.
B.1 ἐπὶ ἐφόρων τῶν σὺν Φοιβοτέλει
τάδε διέθετο νοοῦσα καὶ φρονοῦσα Ἐπικτήτα
Γρίννου μετὰ κυρίου Ὑπερείδους τοῦ Θρα-
συλέοντος συνευαρεστούσας καὶ τᾶς θυγα-
5 τρὸς [Ἐ]πιτελείας τᾶς Φοίνικος· εἴη μέν μοι ὑγιαι-
νούσαι καὶ σωιζομέναι τὰ ἴδια διοικέν· εἰ δέ τί κα
γένηται περί με τῶν ἀνθρωπίνων, ἀπολείπω
κατὰ τὰν γεγενημέναν μοι ὑπὸ τοῦ ἀνδρὸς
Φοίνικος ἐντολὰν τοῦ καὶ κατασκευαξαμένου
10 τὸ Μουσεῖον ὑπὲρ τοῦ μεταλλαχότος ἁμῶν
υἱοῦ Κρατησιλόχου καὶ ἀγαγόντος τὰ ζῶια
καὶ τὸς ἀνδριάντας ἑαυτοῦ τε καὶ Κρατησι-
λόχου καὶ τὰ ἡρῶια καὶ ἐνευξαμένου ὥστε
κατασκευάξαι με τὸ Μουσεῖον καὶ θέμεν τάς
15 τε Μούσας καὶ τὸς ἀνδριάντας καὶ τὰ ἡρῶια·
μετὰ δὲ δύο ἔτη τοῦ ἀπολελειμμένου ἔτι
μου υἱοῦ Ἀνδραγόρα μεταλλάσσοντος τὸν
βίον καὶ ἐντειλαμένου ἐπιτελῆ με ποιῆσαι
τὰν τοῦ πατρὸς αὐτοῦ Φοίνικος ἐντολὰν καὶ
20 θέμεν καὶ ὑπὲρ αὐτοῦ ὡς καὶ ὑπὲρ τοῦ πατρὸς
καὶ τοῦ ἀδελφοῦ τόν τε ἀνδριάντα καὶ τὸ ἡ-
ρῶιον, καὶ συναγαγὲν κοινὸν ἀνδρείου τῶν συγ-
γενῶν καὶ δόμεν τῶι κοινῶι τοῦ ἀνδρείου δρα-
χμὰς τρισχιλίας πόθοδον ἀφ’ οὗ συναχθη-
25 σοῦντι, ἐπιτετελεκεῖα οὖν καὶ ἑστακεῖα πάν-
τα κατὰ τὰς ἐκείνων ἐντολάς, καὶ τὸ κοινεῖ{ν}-
ον {²⁶κοινεῖον}²⁶ συναγαγοχεῖα τῶν συγγενῶν, ὧν καὶ τὰ ὀνό-
ματα ὑπογέγραπται, ὥστε συνάγεσθαι τὸ κοι-
νὸν ἐν τῶι Μουσείωι, δίδωμι δραχμὰς τρισχι-
30 λίας τῶι προδεδηλωμένωι κοινῶι τοῦ ἀνδρεί-
ου τῶν συγγενῶν, ὥστε ὀφείλεσθαι αὐτὰς ἐπὶ
τοῖς ὑπάρχουσί μοι αὐτοκτήτοις χωρίοις τοῖς
ἐμ Μελαιναῖ[ς — — — — — — — — — — — — κλα]-
ρονόμων κα[ὶ — — — — — — — — — — — — — —]-
35 χου· ἀπολείπω δὲ τὸ Μουσεῖον [καὶ τὸ τέμενος]
τῶν ἡρώιων τᾶι θυγατρί μου Ἐ[πιτελείαι, ὥσ]-
τε παραλαβοῦσαν αὐτὰν καὶ τὰ[ν πόθοδον τῶν]
ἄλλων μοι ὐπαρχόντων τελὲν κα[θ’ ἕκασ]-
τον ἔτος ἐμ μηνὶ Ἐλευσυνίωι δραχμὰ[ς δια]-
40 κοσίας δέκα τῶι κοινῶι τοῦ ἀνδρείου [οὗ συν]-
αγάγοχα τῶν συγγενῶν. μὴ ἐχέτω [δὲ ἐξου]-
σίαν μηθεὶς μήτε ἀποδόσθαι τὸ Μουσεῖον [μή]-
τε τὸ τέμενος τῶν ἡρώιων μηδὲ τῶν ἀγαλ-
μάτων τῶν ἐν τῶι Μουσείωι μηδὲ τῶν ἐν
45 τῶι τεμένει τῶν ἡρώιων μηθὲν μήτε κατα-
θέμεν μήτε διαλλάξασθαι μήτε ἐξαλλο-
τριῶσαι τρόπωι μηθενὶ μηδὲ παρευρέσει
μηδεμιᾶι μηδὲ ἐνοικοδομῆσαι ἐν τῶι τε-
μένει μηθέν, εἴ κα μή τις στοὰν οἰκοδομῆσαι
50 προαιρεῖται, μηδὲ χρῆσαι τὸ Μουσεῖον μηθενί,
εἴ κα μή τις τῶν ἐξ Ἐπιτελείας γάμον ποιῇ·
εἰ δὲ μή, κωλυέσθω ὑπὸ τοῦ κοινοῦ καὶ κύρι-
ον ἔστω τὸ κοινὸν κωλῦον τὸν τούτων τι ποι-
οῦντα. μή ἐχέτω δὲ ἐξουσίαν μηδὲ ἐξενέγ-
55 και τῶν ἐν τῶι Μουσείωι ὄντων μηθέν· εἰ δὲ μή,
κωλυέσθω ὑπὸ τοῦ κοινοῦ τῶν συγγενῶν
καὶ κύριον ἔστω κωλῦον. τὰν δὲ ἱερατείαν τᾶν
Μουσᾶν καὶ τῶν ἡρώιων ἐχέτω ὁ τᾶς θυγα-
τρός μου υἱὸς Ἀνδραγόρας· εἰ δέ τί κα πάθῃ οὗ-
60 τος, ἀεὶ ὁ πρεσβύτατος ἐκ τοῦ γένους τοῦ Ἐπι-
τελείας. ὁ δὲ ἀνδρεῖος τῶν συγγενῶν συν-
αγέσθω ἐν τῶι Μουσείωι καθ’ ἕκαστον ἔτος
ἐμ μηνὶ Δελφινίωι, λαμβάνων παρὰ τῶν δι-
αδόχων μου τὰς διακοσίας δέκα δραχμάς,
65 ἁμέρας τρεῖς, ἀποδείξας ἐπιμηνίος ἐξ αὐ-
τῶν, καὶ θυέτω τᾶι μὲν ἐννεακαιδεκάται
ταῖς Μούσαις, τᾶι δὲ εἰκάδι τοῖς ἥρωσιν {Φοί}
Φοίνικι καὶ Ἐπικτήται, τᾶι δὲ ἀμφεικάδι
Κρατησιλόχωι καὶ Ἀνδραγόραι· εἰ δέ κα μὴ ἀπο{ι}-
70 δῶι {²⁶ἀποδῶι}²⁶ Ἐπιτέλεια [ε]ἲ οἱ κλαρονόμοι αὐτᾶς ἐν τῶι Ἐ-
λευσυνίωι μηνὶ τῶι ἀνδρείωι τῶν συγγενῶν
τὰς διακοσίας δέκα δραχμάς, ἔστω ἁ καρπεία
τῶν προδεδη[λ]ωμένων χωρίων τῶν ἐμ Μελαι-
ναῖς τοῦ κοινο[ῦ] τοῦ ἀνδρείου τῶν συγγενῶν
75 ποτὶ τὰς διακοσί[α]ς δραχμάς· εἰ δέ κα προαιρῶνται
τὰν ἀσφάλειαν, [δ]όμεν οἱ διάδοχοί μευ τῶι κοινῶι
τοῦ ἀνδρείου τᾶν τρισχιλιᾶν δραχμᾶν καὶ ἐς ἄλλα
χωρία ἐξουσίαν ἐχόντων, διδόντες ἀσφαλεῖς
τὰς ὑποθήκας. τῶν δὲ συγγενῶν ὧν συναγά-
80 γοχα ὀνόματά ἐστι τὰ ὑπογεγραμμένα·
Ὑπερείδης Θρασυλέοντος, Ἀντισθένης Ἰσοκλεῦς,
κατὰ δε [υἱ]οθεσί[α]ν Γρίννου, Ἀριστόδαμος Ἰσοκλεῦς,
Τιμήσιος Πραξι[τ]έλους, Εὐαγόρας Προκλείδα,
Προκλείδας Εὐ[α]γόρα, Καρτιδάμας Προκλείδα,
85 Ἁγνο<σ>θένης Καρτιδάμα, Προκλείδας Ἀλκιμέδοντος,
Βωλακράτης Ἀγ[λ]ωσθένους, Ἀρχίνικος Γοργώπα,
Στάρτοφος Βω[λ]ακράτους, Γοργώπας Ἀρχινίκου,
Γοργώπας Ἐχε[σ]τρατου, Γοργώπας Καρτιδάμα,
Ἀγαθόστρατος [Κρ]ατησιλόχου, Μόλλις Πολυμήδευς,
90 Καρτιδάμας κα[ὶ] Κρατησίλοχος καὶ Δίων
καὶ Δωροκλε[ί]δας οἱ Ἀγαθοστράτου,
Ἵμερτος Ἱμερο[φ]ῶντος, Κρίτος Τεισάνορος,
Πολύνικος κ[αὶ] Εὐαγόρας οἱ Σωτέλους.
πορευέσθωσ[αν] δὲ καὶ αἱ τούτοις συνοικοῦσαι γυ-
95 ναῖκες καὶ τὰ [τέ]κνα αὐτῶν, τὰ μὲν θήλεια ἕως
κα ᾖ ὑπὸ τὸν πα[τ]έρα, τὰ δὲ ἄρσενα καὶ ἐν ἁλικίαι γε-
νόμενα καὶ τὰ ἐκ τούτων κατὰ τὰ αὐτά· πορευέσ-
θων δὲ καὶ αἱ ἐπίκλαροι καὶ οἱ συνοικοῦντες αὐ-
ταῖς καὶ τὰ ἐκ τα[υ]τᾶν τέκνα κατὰ τὰ αὐτὰ τοῖς προ-
100 γεγραμμένοις· πορευέσθω δὲ καὶ ἁ ὁμώνυμός
μου Ἐπικτητα καὶ ἁ θυγάτηρ μου Ἐπιτέλεια καὶ
αἱ Γοργώπα θυ[γ]ατέρες Μνασὼ καὶ Αἰνησίππα
καὶ αἱ Θρασυλέοντος θυγατέρες Βασιλοδίκα
καὶ Τελεσίππ[α] καὶ Καλλιδίκα ἁ Ἰσοκλεῦς καὶ οἱ
105 ταύταις συνοι[κ]οῦντες· πορευέσθω δὲ καὶ ἁ Ἀρι-
στάρχου θυγάτηρ Ἐπιτέλεια καὶ τὰ ἐκ ταυτᾶν τέκνα.
μάρτυρες· Χαρ․․․․․․․․․․ Εὐαγόρας Προκλεί[δα]
Ἀντισθένης [Ἰσοκλεῦς, κατὰ δὲ υἱοθεσίαν Γρίννου].
C.109 ἐπὶ ἐφόρων τῶν σὺν Ἱμέρτωι, Διοσθύου·
110 ἐπειδὴ Ἐπικτήτα Γρίννου μετὰ κυρίου τοῦ τᾶς
θυγατρὸς ἀνδρὸς Ὑπερείδους τοῦ Θρασυλέον-
τος, συνευαρεστούσας καὶ τᾶς θυγατρὸς αὐ-
τᾶς Ἐπιτελείας, ἐπιδέδωκε ἐς θυσίαν ταῖς
Μούσαις καὶ τοῖς ἥρωσι καὶ ἐς ἀνδρείου τῶν συγ-
115 γενῶν συναγωγὰν κατὰ διαθήκαν δραχμὰς
τρισχιλίας, ἐς ἃς καὶ λαμβάνεν καθ’ ἕκαστον
ἔτος παρὰ τῶν διαδόχων αὐτᾶς δραχμὰς δι-
ακοσίας δέκα, ὥστε γίνεσθαι τὰν συναγω-
γὰν ἐπ’ ἁμέρας τρεῖς ἐν τῶι Μουσείωι ὧι αὐτὰ
120 κατεσκεύωκε ὑπέρ τε τοῦ ἀνδρὸς αὐτᾶς Φοί-
νικος καὶ αὑτᾶς καὶ τῶν υ[ἱῶν] Κρατησιλόχου
καὶ Ἀνδραγόρα, καὶ θύεν τὸ[ν μὲ]ν τὰν πράταν ἐπι-
μηνιεύοντα ταῖς Μούσαι[ς, τὸ]ν δὲ τὰν δευτέ-
ραν τοῖς ἥρωσι Φοίνικι καὶ [Ἐπικ]τήται, τὸν δὲ
125 τὰν τρίταν τοῖς ἥρωσι Κρατ[ησ]ιλόχωι καὶ Ἀν-
δραγόραι, ἀγαθᾶι τύχαι, δεδόχθαι τάν τε ἐπαγ-
γελίαν ἀποδέξασθαι αὐτᾶς καὶ ποιεῖσθαι {τὰν}
τὰν συναγωγὰν ἀπὸ τοῦ πράτου ἀλείμματος,
καὶ ἐπιχεῖσθαι πάντας ἀπὸ δείπνου ἐπὶ τὸ πρᾶ-
130 τον ποτείριον τᾶν τε Μουσᾶν και Φοίνικος καὶ Ἐπι-
κτήτας καὶ Κρατησιλόχου καὶ Ἀνδραγόρα· τὰν
δὲ συναγωγὰν τοῦ ἀνδρείου τῶν συγγενῶν
γίνεσθαι ἐμ μηνὶ Δελφινίωι ἐν τῶι Μουσείωι κα-
θ’ ἕκαστον ἔτος ἁμέρας τρεῖς, καὶ λειτουργὲν
135 ἅπαξ ἀνὰ πρεσβύτατα δωρεὰν πάντας, ὁμοί-
ως δὲ καὶ τὸς ἐκ τούτων γενομένος, καὶ παρα-
γινομένος ἐς τὸ κοινεῖον λειτουργὲν γενο-
μένος ἐκ τῶν ἐφήβων τὰν πράταν ἐπιμηνιεί-
αν δωρεάν. παρεξοῦντι δὲ οἱ δωρεὰν ἐπιμη-
140 νιεύομες οἶνον ξενικὸν ἱκανὸν δόκιμον ἕως
τριῶν πινόντων, στεφάνος, μουσικόν, μύρον·
εἰ δέ κά τις μὴ ἐπιμηνιεύσηι κατὰ τὰ γεγραμμέ-
να, ἀποτεισάτω τῶι κοινῶι δραχμὰς ἑκατὸν καὶ
πρασσέσθω ὑπὸ τοῦ [κατα]τυγχάνοντος ἀρτυ-
145 τῆρος κατὰ [τὸς] νόμος καὶ μὴ μετεχέτω τοῦ
κοινοῦ ἐς ὅ [κα ἐκ]τείση. ἐπὶ δὲ ταῦτα τὰ ἔτη
τὰν πίπτο[υσαν] πόθοδον τῶι κοινῶι ὁ κατα-
τυγχάνω[ν][ρτυ]τὴρ πράξας ἀποδιδότω ἐπὶ
σύλλογον καὶ ἐγδανειζέσθω ὑπὸ τῶν αἱρε-
150 θέντων ἐγ[δ]ανειστᾶν ἐπὶ ὑποθήκαις ἐγγαί-
οις ἀξιοχρέοις χωρὶ τοῦ ἀφαιρουμένου ἐς
τὰς θυσία[ς] ταῖς τε Μούσαις καὶ τοῖς ἥρωσι
κατὰ τὰν δι[α]θήκαν· ἀφαιρούντων δὲ καὶ συλ-
λογευτικὸν μὴ πλεῖον δραχμᾶν δεκαπέν-
155 τε. εἰ δέ κα [ἐγ] δωρεᾶς ἐπιμήνιοι μηκέτ’ ὧντι,
δεξοῦν[ται] κατὰ τὸ ἑξᾶν ἀνὰ πρεσβύτατα
πάντες οἱ [π]αραγινόμενοι, καθὼς γέγραπται
καὶ τὸς δω[ρ]εὰν δεχομένος, καὶ λαμψοῦνται
παρὰ τοῦ ἀρτυτῆρος δραχμὰς πεντήκοντα
160 πρὸ τοῦ τὰν σύνοδον ἧμεν πρὸ ἁμερᾶν δέ-
κα· εἰ δέ κα [μ]ὴ δέξηται λαβών, ἀποτεισάτω
δραχμὰς [ἑ]κατὸν πεντήκοντα, καὶ πραξά-
τω αὐτὸν [ὁ] ἀρτυτήρ, καὶ ἐνεχύραστος [ἔ]σ-
τω αὐτῶι [κ]ατὰ τὸς νόμος· ἐς ὅ δέ κα ἐκτεί-
165 σῃ, μὴ μετ[ε]χέτω τοῦ κοινοῦ. ἐπιμ[η]νιευσά-
τω δὲ κατ’ αὐτὸν ὁ ἀρτυτὴρ καὶ κομισάσθω
ἀπὸ τᾶν ποθόδων πρᾶτος. τὸ δὲ δεῖπνον
γινέσθω [ὥ]ς κα δόξει τῶι κοινῶι καὶ ἀφ’ ὅ-
σου κα δό[ξ]ει. ὁ δὲ ἀρτυτὴρ εἴ κα μὴ ἐξοδιά-
170 ξει τοῖς ἐ[π]ιμηνίοις κατὰ τὰ γεγραμμένα, ὁ
μὲν ἐπιμ[ή]νιος πάντως δεχέσθω καὶ θυ-
έτω τὰν ἐ[π]ιβάλλουσαν αὐτῶι θυσίαν· ὁ δὲ
ἀρτυτὴρ ὧι κα μὴ ἐξοδιάξει ἐπιμηνίωι, ὀφει-
λέτω δρα[χ]μὰς ἑκατὸν πεντήκοντα καὶ ἁ
175 πρᾶξις ἔσ[τ]ω τῶι μὴ λαβόντι κατὰ τοῦ ἀρτυ-
τῆρος κατ’ [ἐ]νεχυρασίαν κατὰ τὸς νόμος, καὶ
μὴ μετεχ[έτ]ω τοῦ κοινοῦ ἐς ὅ κα ἐκτείσῃ· θυ-
έτω δὲ ὁ [μὲ]ν τὰν πράταν ἐπιμηνιεύων ἁμέ-
ραν ταῖς [Μο]ύσαις ἱερεῖον καὶ ἱερά, ἐλλύτας
180 ἐκ πυρῶ[ν χο]ινίκων πέντε καὶ τυροῦ καπυ-
ροῦ στατῆρος· παρεξεῖ δὲ καὶ στεφά[νο]ς τοῖς
θεοῖς καὶ τὰ λοιπὰ τὰ ποτὶ τὰν θυσί[αν π]άντα·
ἀπὸ δὲ τούτων καρπωσεῖ τοῖς θεο[ῖς τ]ά τε ἐ-
κ τοῦ ἱερείου νενομισμένα ἱερὰ καὶ ἐ[λλύ]ταν. ὁ
185 δὲ τὰν δευτέραν τοῖς ἥρωσι Φοίνικ[ι κ]αὶ Ἐπι-
κτήται ἱερεῖον καὶ ἱερά, ἐλλύτας ἐκ π[υ]ρῶν χοι-
νίκων πέντε, καὶ τυροῦ καπυροῦ στ[α]τῆρος·
παρεξεῖ δὲ καὶ στεφάνος τοῖς ἥρωσ[ι] καὶ τὰ λοι-
πα τὰ ποτὶ τὰν θυσίαν πάντα, καὶ καρ[π]ωσεῖ τά
190 τε ἐκ τοῦ ἱερείου νομιζόμενα ἱερὰ κ[α]ὶ ἐλλύ-
ταν καὶ ἄρτον καὶ πάρακα καὶ ὀψάρια τ[ρί]α. ὁ δὲ
τὰν τρίταν θυσεῖ τοῖς ἥρεσι Κρατησι[λό]χωι καὶ
Ἀνδραγόραι κατὰ τὰ αὐτὰ καθ’ ἃ γέγρ[απ]ται θύ-
εν Φοίνικ[ι] καὶ Ἐπικτήται, οἱ δὲ ἐπιμήν[ιοι] οἱ θύον-
195 τες τὰς θυσίας ταύτας ἀποδωσο[ῦ]ντι τῶι
κοινῶι τός τε [ἐ]λλύτας πάντας κ[α]ὶ τῶν
σπλάγχνων τὰ ἡμίση· τὰ δὲ λοιπὰ [ἑ]ξοῦντι
αὐτοί· ὁ{ι} δὲ ἀρτυτὴρ διελεῖ τὰ ἱερὰ τ[ο]ῖς παροῦ-
σι. εἰ δέ κα ᾖ ἐπιμηνιεία δωρεάν, πω[λ]είτω ὁ ἐ-
200 πίσσοφος ὅστις θυσεῖ τὰς θυσίας [τ]αύτας
κατὰ τὰ γεγραμμένα· ὅσα δέ κα ἀπ[ο]δῶται, ὁ
ἀρτυτὴρ ἐξοδιαζέτω. αἱρείσθω δ[ὲ] τὸ κοινὸν
καὶ ἐπίσσοφον· ὁ δὲ αἱρεθεὶς συναγ[έ]τω σύλ-
λογον καθ’ ἐνιαυτὸν ἐν τᾶι δευτέρ[αι] ἁμέραι
205 καὶ προνοείσθω πάντων τῶν κατὰ τὸ κοινόν,
ὅπως διοικῆται τὰ γεγραμμένα ἔν τε τᾶι δια-
θήκαι καὶ τῶι νόμωι, καὶ ἐγγραφέτω τός τε
ἐπιμηνίος καὶ τὸν ἀρτυτῆρα ἀνὰ [π]ρεσβύτα-
τα καὶ ἐπίσσοφον καὶ ἐγδανειστὰς καὶ εἴ κά
210 τις μὴ ἐπιμηνιεύσει ὀφείλοντά τ[ε ἐ]κ τοῦ νό-
μου ἐπίτιμον, καὶ εἴ τί κα ἄλλο αὐτῶ[ι ἐπ]ιβάλ-
λει ἐγγράφεν κατὰ τὸν νόμον εἲ τὰν [δι]αθήκαν
καὶ τὰ δόξαντα τῶι κοινῶι. γραφέτω δὲ καὶ τὰν
ἔσοδον καὶ ἔξοδον τὰν γινομένα[ν ἐπ’(?)] αὐτοῦ
215 καὶ εἴ τί κα ἄλλο ὀφείλειται τῶι κοιν[ῶι]. εἰ δέ κα
μὴ ποεῖ τὰ ποτιτεταγμένα, ὀφειλ[έτ]ω τῶι κοι-
νῶι δραχμὰς τριακοσίας, καὶ τοῦ κοινοῦ
μὴ μετεχέτω ἐς ὅ κα ἐκτείσῃ, καὶ πρακτὸς
ἔστω ὑπὸ τῶν αἱρεθέντων ἀνδρῶν ὑπὸ
220 τοῦ κοινοῦ κατ’ ἐνεχυρασίαν κατὰ τὸς νό-
μος. ὁ δὲ ἀρτυτὴρ ὁ αἱρεθεὶς πραξεῖ τὰ ὀ-
φειλόμενα τῶι κοινῶι κατά τε τὰν διαθή-
καν καὶ τὰ λοιπὰ πάντα τὰ παραγραφέντα
αὐτῶι ὑπό τοῦ ἐπισσόφου, καὶ ἐξοδιαξεῖ
225 τοῖς τε ἐπιμηνίοις τὰ γεγραμμένα ἐν
τοῖς νόμοις καὶ τὸ συλλογευτικὸν καὶ
τὰ ἐς τὰς θυσίας, ὅκα κα μὴ ὦντι πραταί,
καὶ εἴ τί κα ἄλλο δόξει τῶι κοινῶι· τὰ δὲ λοι-
πὰ ἀποδωσεῖ ἐπὶ σύλλογον. εἰ δέ κα μὴ ἐ-
230 ξοδιάξει τι τῶν γεγραμμένων εἲ τὰ πε-
ρισσὰ χρήματα μὴ ἀποδῷ ἐπὶ σύλλογον,
ὀφειλέτω ὅ κα τούτων μὴ ποήσει δι-
πλοῦν τῶι κοινῶι τὸ χρῆμα, καὶ ἐγγραφέ-
τω αὐτὸν ὁ ἐπίσσοφος ἐς τὰ τοῦ κοινοῦ
235 γράμματα, ὅ κα μὴ ποήσει τούτων, ὀφεί-
λοντα διπλοῦν· καὶ τοῦ κοινοῦ στερέσθω
ἐς ὅ κα ἐκτείσει, καὶ πρακτὸς ἔστω ὑπὸ
τῶν αἱρεθέντων ἀνδρῶν ἀπὸ ἐνεχυρα-
σίας κατὰ τὸς νόμος· τοῖς δὲ ἐπιμηνίοις,
240 εἴ κα μὴ ἐξοδιάξει, ἔστω κατ’ αὐτοῦ τὰ γε-
γραμμένα ἐν τῶι νόμωι. ὅπως δὲ πάντα
διοικεῖται κατά τε τὰν διαθήκαν καὶ τὸν
νόμον καὶ τὰ δόξαντα τῶι κοινῶι δυνα-
τῶς ἐς πάντα τὸν χρόνον, αἱρείσθω τὸ
245 κοινόν, εἴ κά τινες μὴ ποιῶντι τὰ κατὰ
τὸν νόμον εἲ τὰν διαθήκαν εἲ τὰ δόξαν-
τα, ἄνδρας ὅσος κα δόξει, οἵτινες πάντα
πραξοῦντι καθότι κα δόξει τῶι κοινῶι·
καὶ ἐγγραφέτω καὶ τὰν τούτων αἵρεσιν ὁ
250 ἐπίσσοφος· εἰ δέ κα ὁ ἐπίσσοφος μὴ προ-
αιρεῖται ἐγγράφεν, παραχρῆμα τὸ κοινὸν ἀ-
πο[δειχθή]τω ἄνδρα τὸν ἐγγραψοῦντα· ὁ δὲ
αἱρεθεὶς γραφέτω πάντα τὰ δόξαντα
τῶι κοινῶι· ἃ δέ κα δόξει τοῖς πλείοσι τοῦ
255 κοινοῦ, ταῦτα κύρια ἔστω πλ[ὰ]ν ὑπὲρ δια-
λύσεως· ὑπὲρ δὲ τούτου μὴ ἐχέτω ἐξου-
σίαν μηθεὶς μήτε εἶπαι μήτε γράψαι, ὡς δε-
είσῃ διαλῦσαι τὸ κοινὸν εἲ τὰς θυσίας τὰς
προγεγραμμένας, εἲ τῶν τοῦ κοινοῦ τι
260 κακῶσαι ἢ διελέσθαι ἢ τοῦ ἀρχαίου τι κα-
ταχρήσασθαι· εἰ δέ τίς κα ἢ εἴπει ἢ γράψει,
τό τε ῥηθὲν ἢ γραφὲν ἄκυρον ἔστω καὶ ὁ
εἴπας ἢ γράψας στερέσθω τοῦ κοινοῦ καὶ ὁ-
φειλ[έ]τω αὐτῶι δραχμὰς πεντακοσίας
265 καὶ πρακτὸς ἔστω καὶ ἀπὸ ἐνεχυρασίας
κατὰ τὸς νόμος ὑπὸ τοῦ χρῄζοντος τῶν
συγγενῶν. ὅπως δὲ ἐπίσσοφός τε ἀπο-
δειχθῇ, καὶ ὁ αἱρεθεὶς ἐγγράφει πάντα τὰ
κατὰ τὸν νόμον, συναχθήτω σύλλογος
270 ἐπὶ ἐφόρων τῶν σὺν Ἱμέρτωι μηνὸς Διοσ-
θύου δεκάται καὶ αἱρεθήτω ἐπίσσοφος·
οὗτος δὲ ἐγγραφέτω τά τε κατὰ τὸν
νόμον πάντα, προνοειθήτω δὲ καὶ ὅ-
πως ὁ νόμος ἀναγραφῇ καὶ ἁ διαθήκα ἔς
275 τε τὰν ὑπόβασιν τῶν ἀγαλμάτων τῶν
ἐν τῶι Μουσείωι, καὶ ἐς δέλτον ξυλογρα-
φηθεῖ, κατασκευωθῇ δὲ καὶ γλωσσοκό-
μον ἐς ὃ ἐμβαλοῦμες τὰ τοῦ κοινοῦ
γράμματα· καὶ ὅπως αἱρεθεῖ ἀνὴρ γραμ-
280 ματοφύλαξ, ὅστις παραλαβὼν διὰ λοι-
[π]οῦ παρὰ τοῦ ἐπισσόφου τὰν τε δέλτον
ἔχουσαν τὸν νόμον καὶ τάν διαθήκαν ἐ-
ξυλογραφημέναν καὶ τὸ γλωσσοκόμον
καὶ τὰ ἐν αὐτῶι βυβλία φυλαξεῖ, ἐς ὅ κα
285 δόξει τῶι κοινῶι, καὶ οἰσεῖ ἐπὶ τὸς συλ-
λόγος· εἰ δέ κα ἄλλον ἕληται τὸ κοινὸν
γραμματοφύλακα, ἀποδωσεῖ τῶι αἱρε-
θέντι μετ’ αὐτὸν ἐν συλλόγωι δι’ ἀπολόγου.
Search Help
Contact Us