[ ]
Thera — 149 AD
1 | ἀγαθῇ τύχῃ. |
ὑπὲρ τῆς τοῦ κυρίου ἡμῶν Αὐτοκράτο- | |
ρος Καίσαρος Τ. Αἰλίου Ἁδριανοῦ Ἀντωνεί- | |
νου Σεβαστοῦ Εὐσεβοῦς καὶ Οὐήρου Καίσαρος | |
5 | καὶ Λουκίου Καίσαρος καὶ Σεβαστῆς Φαυσ<τ>εί- |
νης τύχης καὶ αἰωνίου διαμονῆς καὶ τοῦ | |
σύμπαντος αὐτῶν οἴκου ἐπὶ ἀνθυπάτου | |
Μουμμίου Σεισέννα, ἀρχόντων δὲ τῶν σὺν | |
Τι(βερίῳ) Ἰουλίῳ Κλέωνι, Τ. Φλάυιος Κλειτοσθένης | |
10 | Κλαυδιανὸς μετὰ καὶ τοῦ ὑοῦ Φλαυΐου Κλει- |
τοσθένους Ἰουλιανοῦ καὶ τοῦ ἐκγόνου αὐτοῦ | |
Φλ. Κλειτοσθένους Κλαυδιανοῦ καὶ τῆς ἐκγόνης | |
Φλ. Κλαυδίας Δημητρίας Αἰλιανῆς τὰ ἔργα | |
κατὰ τὴν εἰσαγγελίαν ἣν ἐποιησάμην τῇ γλυ- | |
15 | κυτάτῃ πατρίδι Θήρᾳ κατασκευάσας ἐκ τῶν ἰδίων |
ἀνέθηκα, καθὼς ἡ ἰσαγγελία ἡ ὑποτεταγμένη | |
περιέχει καὶ τὰ ψηφίσματα. Λ. Σεργίῳ Σκειπίωνι | |
Ὀρφίτῳ, Κ. Σοσσίῳ Πρείσκῳ ὑπάτοις πρὸ ιεʹ Καλανδῶν | |
Αὐγούστων, ὡς δὲ Θηραῖοι ἄγουσιν, ἐπὶ ἱερέως Φιλο- | |
20 | μήτορος τοῦ Φιλομήτορος, μηνὸς Ὑα[κ]ινθίου ἕκτῃ λή- |
γοντος, ἀγομένης ἐκκλησίας ἐννόμου, ὑπὲρ τῆς τοῦ | |
Αὐτοκράτορος Καίσαρος Τ. Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου | |
Σ[ε]βαστοῦ Εὐσεβοῦς καὶ Οὐήρου Καίσαρος καὶ | |
Λουκίου Καίσαρος καὶ Σεβαστῆς Φαυστίνης τύχης | |
25 | καὶ αἰωνίου διαμονῆς καὶ [τ]οῦ σύμπαντος αὐτῶν |
οἴκου· Τ. Φλαούιος Κλειτοσθένης Κλαυδιανὸς εἰσ- | |
ήγγειλα εἴς τε βουλὴν καὶ δῆμον ἐπιδούς τάδε τὰ | |
ἔγγραφα ἄρχουσι τοῖς σὺν Ἀριστοδάμῳ Καρτιδάμαν- | |
τος· ἐπειδὴ ἡ κατὰ πόλιν ὑπάρχουσα στοὰ ἡ π[ρ]ὸς τῇ | |
30 | ἀγορᾷ ἀπεστέγασται μὲν ὅλη, ἐκ μέρους δὲ καὶ τὰ τῶν |
τοίχων αὐτῆς καὶ οἰκοδομημάτων καταπέπτωκεν καὶ | |
τὰ πρόσλοιπα δὲ διαπεφορημένα κινδυνεύει εἰς ἔδα- | |
φος κατενεχθῆναι, πολλάκις τε περὶ τῆ[ς] κατασκευῆς | |
αὐτῆς καὶ ἐπισκευῆς πανδημεὶ καταβοήσεις ἐγένον- | |
35 | το ἀναγκαίου ὄντος τοῦ ἔργου πρὸς ὅλον τὸν τῆς πόλεως |
κόσμον τε καὶ ἀπόλαυσιν καὶ πολυτέλειαν, διὰ τὸ μηδὲν | |
ἕτερον τοιοῦτον ἐν αὐτῇ ὑπάρχειν ἔργον, καὶ | |
μηδενὸς μήτε ἄρχοντος μήτε ἰδιώτου ὑπεσχη- | |
μένου ἀπο[κατ]αστῆσαι τῇ πόλει τὸ ἔργον, συν- | |
40 | ο[ρθ]ῶ[ν] μετ[ὰ] καὶ τούτου τοῦ ἔργου καὶ τὰ ἄλλα |
καταρειπτούμενα ὑπισχνοῦμαι, ὁποῖον ἂν καὶ | |
ὁπόσον ὁ καιρός μοι ἐπιτρέψῃ καὶ ἡ τύχη τῆς | |
πόλεως, κατ[αστή]σας αὐτὸ ἀποδοῦναι τῇ πόλει | |
σῷον ἐκ [τῶν ἰδίων] μετὰ τοῦ ὑοῦ μου Φλ. Κλειτοσθέ- | |
45 | [νους Ἰουλιανοῦ κ]αὶ τοῦ ἐκγόνου μου Φλ. Κλειτοσθέ- |
[νο]υς [Κλαυδιανοῦ]· ἐπεὶ δὲ καὶ ἐκ τῆς πε[πτ]ωκυίας | |
[στέγης ἔτι πλείστη] περιελείπετο ὕλη, καὶ [τ]αύτην ὑ- | |
[πεχώρησα ἐκ τῶν ἰδ]ίων παρασχὼ[ν] τ[οῖς] ἐργάσασ- | |
[θαι μέλλουσι καὶ] προσεισενεγ[κάμεν]ος· ἃ δέ μο[ι] | |
50 | [․․․․․․․․․․․ κατά]στασιν τ[— — — — — — — — —]τα- |
[․․․․․․․․․․․․․․․ ε]ὐχρηστ[— — — — — — — — —]σειν. |