[ ]
Thera — ca. 260? BC
1 | {²multa desunt}² |
— — — — — — — — — — — — — κά[ρ]υγμ[α ὅτι] | |
[ὁ δᾶμος ὁ Θη]ραίων σ[τε]φανῶι Πάτροκλ[ον] | |
[Πάτρωνος χρυσ]έωι στεφάνωι ἀπὸ δραχμ[ᾶν] | |
5 | [δισχιλ]ίω[ν] ὁμᾶι καὶ ἀ[ρ]ετᾶς ἕνεκα καὶ [εὐ]- |
[νοίας] ἃς ἐνδειγνύμε[ν]ος διατελεῖ ἔν τ[ε] | |
[τοῖ]ς ἔμπροσθεν χρόνοις καὶ νῦν ἐπιστάτ[αν] | |
[τ]ε ἀποστ[εί]λας Ἀπολλόδοτον καὶ [δικ]ασ[τὰς] | |
ἐξ Ἰουλίδος Μ․․․․․ν Τιμόστρατον Φρ[ασι]- | |
10 | κύδην [Σ]ωμένη Καλ[λί]δαμον, οἳ παρα[γενό]- |
μενοι ἐς Θήραν [τὰ] μὲν διέλυσαν, τὰ δ[ὲ ἐδίκα]- | |
ξαν συμφερόντως πᾶσι παραγενόμ[ενοι ἐς] | |
Θήραν· τὸ δὲ ψάφισμα τόδε καὶ τὸν στέ[φανον] | |
ἀναγέτω ὁ πρεσβευτὰς ὁ αἱρεθὲς [ἐς Ἰου]- | |
15 | [λίδα εὐθύ]ς, οἱ δὲ ταμίαι ἀναγ[ραψάν]- |
[τω τόδε τὸ ψάφισμα ἐστάλαν λιθίναν καὶ] | |
[στασάντω ἐς τὸ ἱερὸν τοῦ — — — — — — —]. | |
[ἁιρέθη {²ὁ δεῖνα τοῦ δεῖνος}²]. |