[ ] Astypalaea — (4th/)3rd c. BC
1 τῶι ξένωι εἰπὲ πολῖτα, τίς ἔκτισε γυμνάδα τάνδε
  κράναν τε ἀέναον δένδρεά τε ὑψίκομα,
ὄφρα καὶ ὁ ξεῖνος Δαμάτριον Ἱππία υἱὸν
  αἰνῆι ἐπ’ ἀλλοδαπῶν ἄστεα νισόμενος.
5 οὗτος γὰρ ταῦτα εἷσε θεοῖς ἥρωσί τε κόσμον
  ἀθλοφόρου τέχνας ἀντιδιδοὺς χάριτα[ς(?)].
Search Help
Contact Us