[ ]
Astypalaea — 6 BC — IG XII,3 Suppl. p. 278
— — — — — — — — — — — — — — — — — — — — — — — | |
1 | [δαμιω]ργοῦ δὲ Καιρογένευς Λευ—{²mensis?}²— |
Αὐτοκράτωρ Καῖσαρ θεοῦ υἱὸς Σεβαστὸς ἀρχιερεὺς | |
ὕπατος τὸ δωδέκατον ἀποδεδειγμένος | |
καὶ δημαρχικῆς ἐξουσίας τὸ ὀκτω{ι}καιδέκατον {²⁶ὀκτωκαιδέκατον}²⁶ | |
5 | Κνιδίων ἄρχουσι βουλῆι δήμωι χαίρειν. οἱ πρέσ- |
βεις ὑμῶν Διονύσιος βʹ καὶ Διονύσιος βʹ τοῦ Διονυ- | |
σίου ἐνέτυχον ἐν Ῥώμῃ μοι καὶ τὸ ψήφισμα ἀποδόντες | |
κατηγόρησαν Εὐβούλου μὲν τοῦ Ἀναξανδρίδα τεθνει- | |
ῶτος ἤδη{ι}, Τρυφέρας δὲ τῆς γωναικὸς αὐτοῦ παρούσης | |
10 | περὶ τοῦ θανάτου τοῦ Εὐβούλου τοῦ Χρυσίππου. ἐγὼ |
δὲ ἐξετάσαι προστάξας Γάλλωι Ἀσινίωι τῶι ἐμῶι φίλωι | |
τῶν οἰκετῶν τοὺς ἐνφερομένους τῆι αἰτίᾳ διὰ βα- | |
σάνων ἔγνων Φιλεῖνον τὸν Χρυσίππου τρεῖς νύ- | |
κτας συνεχῶς ἐπεληλυθότα τῆι οἰκίᾳ τῆι Εὐβού- | |
15 | λου καὶ Τρυφέρας μεθ’ ὕβρεως καὶ τρόπωι τινὶ πολι- |
ορκίας, τῆι τρίτηι δὲ συνεπη{ι}γμένον {²⁶συνεπηγμένον}²⁶ καὶ τὸν ἀδελ- | |
φὸν Εὔβουλον· τοὺς δὲ τῆς οἰκίας δεσπότας Εὔβου- | |
λον καὶ Τρυφέραν, ὡς οὔτε χρηματίζοντες πρὸς | |
τὸν Φιλεῖνον οὔτε ἀντιφραττόμενοι ταῖς προσ- | |
20 | βολαῖς ἀσφαλείας ἐν τῆι ἑαυτῶν οἰκίᾳ τυχεῖν ἡδύναν- |
το, προστεταχχότας ἑνὶ τῶν οἰκετῶν οὐκ ἀποκτεῖ- | |
ναι, ὡ[ς] ἴσως ἄν τις ὑπ’ ὀργῆς οὐ[κ] ἀδίκου προήχθη{ι}, ἀλ- | |
λὰ ἀνεῖρξαι κατασκεδάσαντα τὰ κόπρια αὐτῶν· τὸν | |
δὲ οἰκέτην σὺν τοῖς καταχεομένοις εἴτε ἑκόντα | |
25 | εἴτε ἄκοντα —— αὐτὸς μὲν γὰρ ἐνέμεινεν ἀρνούμενο[ς] —— |
ἀφεῖναι τὴν γάστραν, [κα]ὶ τὸν Εὔβουλον ὑποπεσεῖν, δικαιό- | |
τερον ἂν σωθέντα τἀ{ι}δελφοῦ {²⁶τἀδελφοῦ}²⁶. πέπονφα δὲ ὑμεῖν καὶ α[ὐ]- | |
τὰς τὰς ἀνακρίσεις. ἐθαύμαζον δ’ ἄν, πῶς εἰς τόσον | |
ἔδεισαν τὴν παρ’ ὑμεῖν ἐξετασίαν τῶν δούλων οἱ φ[εύ]- | |
30 | γοντες τὴν δίκην, εἰ μή ποι σφόδρα αὐτοῖς ἐδόξ[ατε] |
χαλεποὶ γεγονέναι καὶ πρὸς τὰ ἐναντία μισοπόνη[ροι], | |
μὴ κατὰ τῶν ἀξίων πᾶν ὁτιοῦν παθεῖν ἐπ’ ἀλλο[τρίαν] | |
οἰκίαν νύκτωρ μεθ’ ὕβρεως καὶ βίας τρὶς ἐπεληλυ[θό]- | |
των καὶ τὴν κοινὴν ἁπάντων ὑμῶν ἀσφάλεια[ν ἀφαι]- | |
35 | ρούντων ἀγαωιχτοῦντες, ἀλλὰ κατὰ τῶν καὶ ἡ[νίκ’ ἠ]- |
μύνοντο ἠτυχηκότων, ἠδικηκότων δὲ οὐδ’ ἔστ[ιν ὅτι]. | |
ἀλλὰ νῦν ὀρθῶς ἄν μοι δοκεῖτε ποιῆσαι τῆι ἐμῆι [περὶ(?) τού]- | |
των γνώ{ι}μηι {²⁶γνώμηι}²⁶ προνοήσαντες καὶ τὰ ἐν τοῖς δημ[οσίοις] | |
ὑμῶν ὁμολογεῖν γράμματα. ἔρρωσθε. |