[ ] Nisyros
1   Γνωμαγόραν Δωροθέου
       Νεισύριον
στρατευσάμενον ἐν τριημιολίᾳ ᾇ ὄ-
νομα Εὐανδρία Σεβαστά, καὶ στεφανω-
5 θέντα ὑπὸ τᾶν βουλᾶν πλεονάκις χρυ-
σέοις στεφάνοις, καὶ ἱερατεύσαντα ἐν Νισύ-
ρῳ τῶν Σεβαστῶν, και δαμιουργήσαντα καὶ
γυμνασιαρχήσανταν(!) ἐν Νισύρῳ καὶ θέν-
τα το ἔλαιον πᾶσι ἐλευθέροις καὶ τοῖς κατοι-
10 κοῦσι ἐν Νεισύρω καὶ τοῖς παρεπιδαμεῦ-
σιν ἐπὶ μῆνες(!) ιγʹ, καὶ γενόμενον εὐάρε-
στον πᾶσι τοῖς κοινείοις τοῖς ἐν Νισύρῳ
καὶ στεφανωθέντα ὑπὸ Ἑρμαϊζόντων χ-
ρυσέοις στεφάνοις πλεονάκις, καὶ ὑπὸ Ἀφρο-
15 δισιαστᾶν Σύρων καὶ ὑπὸ Διὸς Μιλιχιαστᾶν,
[καὶ] τειμαθέντα ὑπὸ αὐτῶν καὶ στεφανωθέν
[τα ὑπὸ Διον]υσιαστᾶν Εὐ[ρυθεμιδ]ίων τῶν σὺν
[{²τῷ δεῖνι}² — — — — — — — — — — — — — — —]
Search Help
Contact Us