[ ] Telos — ca. 2nd c. BC
1 [ο]ὐκ ἐπόνησα Αἰάντος ἐγὼ πλεῖον οὐδὲ Ἀχιλεῖο[ς],
οὐδὲ ἀρετὴν εἶσχον μείζονα τῶν πρότερον,
ξεῖνε. πολυπλάγκτου δὲ Ἄρεος ἐγραφόμαν
πιστὸς ἀεὶ προμάχεσθαι, ἐπεὶ ῥυτῆρά με τόξ[ων]
5 [α]ἴνεσε καὶ Κρήτα πᾶσα κατ’ εὐστοχίαν·
εὐκλειὲς δέ με γῆρας ἐδέξατο τὸν Διδυμάνδρο[υ]
παῖδα Κίμωνα· χρόνος δὲ εἷλέ με ὁ πανδαμάτω[ρ].
Search Help
Contact Us