[ ]
Telos — ca. 2nd c. BC
1 | [ο]ὐκ ἐπόνησα Αἰάντος ἐγὼ πλεῖον οὐδὲ Ἀχιλεῖο[ς], |
οὐδὲ ἀρετὴν εἶσχον μείζονα τῶν πρότερον, | |
ξεῖνε. πολυπλάγκτου δὲ Ἄρεος ἐγραφόμαν | |
πιστὸς ἀεὶ προμάχεσθαι, ἐπεὶ ῥυτῆρά με τόξ[ων] | |
5 | [α]ἴνεσε καὶ Κρήτα πᾶσα κατ’ εὐστοχίαν· |
εὐκλειὲς δέ με γῆρας ἐδέξατο τὸν Διδυμάνδρο[υ] | |
παῖδα Κίμωνα· χρόνος δὲ εἷλέ με ὁ πανδαμάτω[ρ]. |