[ ] Telos — ca. 2nd c. BC
1 [ἔδοξ]ε Τηλίοις, ἱεραπόλου γνώμα· ἐπειδὴ Ἀριστομένης Ἀρισ[το]-
[β]ούλου [Τ]ήλιος ἔν τε τῶι πρότερον χρόνωι ἀνὴρ ἀγαθὸς [ἐὼν]
[δι]ετέλει περὶ τὸν δᾶμον τὸν Τηλίων, πολλὰς καὶ μεγάλας [χρεί]-
[α]ς τῶι κ[οι]νῶι παρεχόμενος, αἱρεθείς τε ἱεραπόλος ἐπ’ ἱερ[έως]
5 [Ἀγλ]ωκρίτου [πάσ]ας τὰς ποθόδους καὶ τὰ τελέσματα ὀ[ρθῶς]
[καὶ] δικαίως δ[ιωικ]ον[όμ]ησε, σεισμοῦ τε γενομένου καὶ τῶν [οἴκων {²⁷ναῶν?}²⁷]
[κ]αὶ τῶν τειχέων καὶ τῶν πύργων διασεισθέντων πᾶσαν [σπου]-
[δὰ]ν καὶ φιλοτιμίαν ἐποήσατο εἰς τὸ ἀνοικοδομηθήμειν [πάντα]
[τ]α ποτιδεόμενα ἐπισκευᾶς καλῶς καὶ λυσιτελῶς, οὐ μό[νον τὰ]
10 [γε]νόμενα [ε]ἰς [τ]αῦτα τελέσματα διδοὺς ἀπροφασίστως, ἀλλ[ὰ]
[κα]ὶ καθ’ α[ὑτὸ]ν χρείαν ἐν πᾶσιν ἐκτενῆ παρεχόμενος, κα[ὶ]
[ὁπότε ἐβ]ούλετό τις τὰν πόθοδον τᾶς ἱερᾶς καταφθεῖρα[ι]
[ἔφοδον(?) τε π]οησάμενος καὶ τόπων τινῶν ἁφὰς ἅτε εἰ[δὼς(?)]
[— — — — — — — — — — — — — ε]ἰς τἆλλα ἱερὰ τὰ ἐχθυόμεν[α]
15 — — — — — — — — — — — — — — —ς τὰ[ν π]όθοδον γίνεσθαι ἀπὸ το[ῦ — —]
[— — — — — — — — — — — — — — — — — ἀδ]ικῆσαι, πᾶσαν σπου[δὰν —]
— — — — — — — — — — — — — — — — — — —ον καὶ τὰ ἄλλα ἀ— —
Search Help