[ ] Ionia — Erythrai — ca. 150 BC — IK Erythr.121
1 [ἔδοξε τᾶ βόλλα καὶ τῶ δάμω, ․․․8․․․․]ς εἶπεν·
[ἐπεὶ εὔνοι]α καὶ φιλαν[θρωπία ἦν ἄϊ] τᾶ πόλε<ι> τᾶ Τενε-
[δίων πρὸς] τὸν δᾶμ[ον τὸν Ἐρυθραίω]ν καὶ ἀποσ-
[τέλλαν]τος τῶ δ[άμω πρεσβεύτα]ν πρὸς Ἐρυθραί-
5 [οις ὠ]ς ἀξιάσει αὔτο[ις καὶ] παρκάλει φίλοις ἔοντας
[τῶ δά]μω τῶν Τενεδίων ἀποστέλλαι δικάσ-
[ταν εἰ]ς Τένεδον, ὀ δᾶμος [ὀ] Ἐρυθραίων πόλ-
[λαν πρ]όνοιαν ποείμενος [τ]ᾶς πόλιος ἀπέστε[λ]-
[λε δικά]σταν Διόδοτον [Κλεω]νύμω ἄνδρα κά-
10 [λον καὶ] ἄγαθον, ὄστις παραγενόμενος εἰς τὰ[μ]
[πόλιν ἐ]δίκασε ταὶς δίκαις πάντεσσι ἴσως
[καὶ δικ]αίως, καὶ ὀ δᾶμος ἐψαφίσατο τίμασα[ι]
[τὰμ πό]λιν τὰν Ἐρυθραίων τίμαις ταῖς κὰτ το[ὶ]ς
[νόμοις], δέδοχθαι τᾶ βόλλα καὶ τῶι δάμωι, [ὄ]-
15 [πως φαίν]ηται ὀ δᾶμος ὀ Τενεδίων διατη[ρέων]
[τὰ ὐπάρ]χοντα ἐαύτωι φιλάνθρωπα πρὸ[ς τὸν]
[δᾶμον τὸ]ν Ἐρυθραίων, ἐπαίνησαι τὸν [δᾶμον τὸν]
[Ἐρυθραίων] ἀρέτας ἔνεκα καὶ εὐνοί[ας — — — —]
Search Help
Contact Us