[ ] Troas — Lampsakos — end 3rd c. BC — IK Lampsak.34
     vv. 1-4 vestigia dubia
5 ․․μων․․․αμμ̣ι․․ εἰς ἄλλα καὶ [— — — — — — — —]
[δέ]δοχθαι τῶ δάμω· ἐπειδὴ τῶ [δάμω ψαφισσαμέ]-
νω δικάσταν μεταπέμψασθαι [ἐγ Λαμψάκω],
[Λ]αμψάκανοι ἔοντες ἄμμι συγγέ[νεες καὶ εὔ]-
[νοο]ι τὰμ πᾶσαν ἐπιμέλειαγ καὶ σπούδ[αν ποιή]-
10 [με]νοι ἀπέστελλαν ἄνδρα κάλογ κἄγα[θον Δα]-
[μ]οκρέοντα Ζήνωνος, ὃς καὶ παραγενόμεν[ος ταὶς]
δίκαις ἐδίκασσε, ταὶς̣ δὲ καὶ διέλυσε ἴσως κ[αὶ δικαί]-
ως καὶ κὰτ τοὶς νόμοις, ἐποιήσατο δὲ καὶ τὰν [ἐπιδα]-
μίαγ καὶ καθ’ ὃγ καῖρον ἐδίκαζε καὶ ἀφέθεις εὐκόσμ[ως καὶ]
15 ἀξίως ἀμφοτέραγ τᾶμ πολίων, ἐπαίνεσσαι οὖν τ[ὸν]
δᾶμον τὸν Λαμψακάνωγ καὶ στεφάνωσαι ἐν τῶι ἄγωνι
τῶν Ἠρακλείων ἀναγγέλλοντος τῶ κάρυκος ὄττι ὀ δᾶμ?-
ος στεφάνοι τὸν δᾶμον τὸν Λαμψακάνων ἀποστέλλ?-
αντα δικάσταγ κάλογ κἄγαθον ἀρέτας ἔνεκα καὶ εὐ-
20 νοίας τᾶς εἰς ἔαυτογ χρυσέω στεφάνω τῶ ἐννό-
[μ]ω· ἐπαίνεσσαι δὲ καὶ τὸν δικάσταγ καὶ στεφάνωσαι ἐν
τῶι ἄγωνι τῶν Ἠρακλείων ἀναγγέλλοντος τῶ κάρυκος ὄτ-
τι ὀ δᾶμος στεφάνοι τὸν ἀποστάλεντα δικάσταν ἐγ Λαμψ?-
ά̣κω Δαμοκρέοντα Ζήνωνος δικάσσαντα ταὶς δί-
25 [κ]αις ὄρθως καὶ δικαίως καὶ κὰτ τοὶς νόμοις ἀρέτας [ἔ]-
νεκα καὶ εὐνοίας τᾶς εἰς ἔαυτον στεφάνω χρυσέω [τῶ]
[ἐν]νόμω· τᾶς δὲ ἀναγγελίας τῶν στεφάνων [ἐπι]-
[μ]έλειαμ ποιήσασθαι τοὶστρατάγοις· ὐπάρχειν δ[ὲ τῶ]
[δ]ικάστα καὶ προξενίαμ παρὰ τᾶ πόλει καὶ ἔφοδον [ἐπὶ]
30 [τ]ὰμ βόλλαγ καὶ δᾶμομ μετὰ τὸγ χρημάτισμον
[τ]ὸμ περὶ τῶν ἴρων· δεῖξαι δὲ καὶ πρέσβεια ἐν τᾶ ἐκ-
κλησία, ὄστις παραγενόμενος πρὸς Λαμψακάνοις [τό τ?]-
ε ψάφισμα ἀποδώσει καὶ ἀξιάσει ποιήσασθαι τὰ[ν ἀν]-
αγγελίαν τῶν στεφάνωγ καὶ παρ’ ἐαύτοις ἐν το[ῖς Δι]-
35 ονυσίοις, καὶ ἴνα ἀναγράφη τὸ ψάφισμα τοῦτο [εἰσ]-
τάλαν λεύκω λίθω καὶ ἀνατέθη ἐν τῶ ἐπιφ[ανεστά]-
τω τόπω· χειροτόνησαι δὲ ἐν τᾶ ἐκκληία ἐφόδι]-
ον τῶ πρεσβεύτα, πόσσαν [ἀμέραν δεήσει — — — —]
χειροτονηθεν[— — — — — — — — — — — — — — — — —]
40 νος προσω[— — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us