[ ]
Troas — Lampsakos — end 3rd c. BC — IK Lampsak.34
vv. 1-4 vestigia dubia | |
5 | ․․μων․․․αμμ̣ι․․ εἰς ἄλλα καὶ [— — — — — — — —] |
[δέ]δοχθαι τῶ δάμω· ἐπειδὴ τῶ [δάμω ψαφισσαμέ]- | |
νω δικάσταν μεταπέμψασθαι [ἐγ Λαμψάκω], | |
[Λ]αμψάκανοι ἔοντες ἄμμι συγγέ[νεες καὶ εὔ]- | |
[νοο]ι τὰμ πᾶσαν ἐπιμέλειαγ καὶ σπούδ[αν ποιή]- | |
10 | [με]νοι ἀπέστελλαν ἄνδρα κάλογ κἄγα[θον Δα]- |
[μ]οκρέοντα Ζήνωνος, ὃς καὶ παραγενόμεν[ος ταὶς] | |
δίκαις ἐδίκασσε, ταὶς̣ δὲ καὶ διέλυσε ἴσως κ[αὶ δικαί]- | |
ως καὶ κὰτ τοὶς νόμοις, ἐποιήσατο δὲ καὶ τὰν [ἐπιδα]- | |
μίαγ καὶ καθ’ ὃγ καῖρον ἐδίκαζε καὶ ἀφέθεις εὐκόσμ[ως καὶ] | |
15 | ἀξίως ἀμφοτέραγ τᾶμ πολίων, ἐπαίνεσσαι οὖν τ[ὸν] |
δᾶμον τὸν Λαμψακάνωγ καὶ στεφάνωσαι ἐν τῶι ἄγωνι | |
τῶν Ἠρακλείων ἀναγγέλλοντος τῶ κάρυκος ὄττι ὀ δᾶμ?- | |
ος στεφάνοι τὸν δᾶμον τὸν Λαμψακάνων ἀποστέλλ?- | |
αντα δικάσταγ κάλογ κἄγαθον ἀρέτας ἔνεκα καὶ εὐ- | |
20 | νοίας τᾶς εἰς ἔαυτογ χρυσέω στεφάνω τῶ ἐννό- |
[μ]ω· ἐπαίνεσσαι δὲ καὶ τὸν δικάσταγ καὶ στεφάνωσαι ἐν | |
τῶι ἄγωνι τῶν Ἠρακλείων ἀναγγέλλοντος τῶ κάρυκος ὄτ- | |
τι ὀ δᾶμος στεφάνοι τὸν ἀποστάλεντα δικάσταν ἐγ Λαμψ?- | |
ά̣κω Δαμοκρέοντα Ζήνωνος δικάσσαντα ταὶς δί- | |
25 | [κ]αις ὄρθως καὶ δικαίως καὶ κὰτ τοὶς νόμοις ἀρέτας [ἔ]- |
νεκα καὶ εὐνοίας τᾶς εἰς ἔαυτον στεφάνω χρυσέω [τῶ] | |
[ἐν]νόμω· τᾶς δὲ ἀναγγελίας τῶν στεφάνων [ἐπι]- | |
[μ]έλειαμ ποιήσασθαι τοὶστρατάγοις· ὐπάρχειν δ[ὲ τῶ] | |
[δ]ικάστα καὶ προξενίαμ παρὰ τᾶ πόλει καὶ ἔφοδον [ἐπὶ] | |
30 | [τ]ὰμ βόλλαγ καὶ δᾶμομ μετὰ τὸγ χρημάτισμον |
[τ]ὸμ περὶ τῶν ἴρων· δεῖξαι δὲ καὶ πρέσβεια ἐν τᾶ ἐκ- | |
κλησία, ὄστις παραγενόμενος πρὸς Λαμψακάνοις [τό τ?]- | |
ε ψάφισμα ἀποδώσει καὶ ἀξιάσει ποιήσασθαι τὰ[ν ἀν]- | |
αγγελίαν τῶν στεφάνωγ καὶ παρ’ ἐαύτοις ἐν το[ῖς Δι]- | |
35 | ονυσίοις, καὶ ἴνα ἀναγράφη τὸ ψάφισμα τοῦτο [εἰσ]- |
τάλαν λεύκω λίθω καὶ ἀνατέθη ἐν τῶ ἐπιφ[ανεστά]- | |
τω τόπω· χειροτόνησαι δὲ ἐν τᾶ ἐκκλη[σία ἐφόδι]- | |
ον τῶ πρεσβεύτα, πόσσαν [ἀμέραν δεήσει — — — —] | |
χειροτονηθεν[— — — — — — — — — — — — — — — — —] | |
40 | νος προσω[— — — — — — — — — — — — — — — — — —] |