[ ] Ionia — Priene — beg. 2nd c. BC — IPriene 60
1 [— — — — — — — — — —]αιν̣․․ε․3-5․α․Ι̣μα̣․․․7․․․
[․․6․․․ μετ]ὰ εὐκοσμίας ἀξίως ἀμφοτέραν τᾶν πολίω[ν],
[δέδοχθαι τῶ δ]άμω, ἐπαίνεσαι μὲν τὸν δᾶμον τὸν Πριην[έων],
[διότι καὶ νῦ]ν ἀποδειξσάμενος ἄνδρας κάλοις καὶ ἀγ[ά]-
5 [θοις ἀπέστελλεν] ἄμμι, καὶ στεφάνωσαι αὖτον στ[εφά]-
[νωι χρυσέω, ἐ]παίνεσαι δὲ καὶ τὸν δικάσταν Ζηνόδοτ[ον]
[ἀναστράφεντα] ἀξίως τᾶς ἐγχειρισθείσας αὔτω πίστ[ι]-
[ος ἐν ἄπασι] το<ῖ>ς κα̣τὰ τὰν δικαστείαν ὀσίως καὶ δι-
[καίως], κ̣αὶ στ[ε]φάνωσαι αὖτον στεφάνω χρυσέω, δέδο[σ]-
10 [θαι] δὲ Ζηνοδότω τῶ Ἀρτέμωνος καὶ πολιτείαν καὶ εἴσ-
[π]λουν καὶ ἔκ̣πλουν καὶ ἐμ πολέμω καὶ [ἐ]ν εἰ[ρ]ά̣να ἀσύλει κα[ὶ]
[ἀσ]πόνδει καὶ [ἔ]φοδον ἐπὶ τὰμ βόλλα[ν καὶ τ]ὸν δᾶμον πρώ[τω]
μετὰ τὰ ἶρα· ἐπαίνεσαι δὲ καὶ τὸν συν[εξα]ποστάλεντα τῶ [δι]-
κάστα γραμμάτεα Ἀπόλαν ἐπὶ τᾶ κατὰν γραμματείαν φιλ[ο]-
15 πονίαι καὶ στεφάνωσαι αὖτον θάλ[λ]ου στεφάνωι· τὰν δ̣[ὲ ἀ]-
[ν]αγγελίαν τῶν στεφάνων ποήσασθαι τὸν ἀγωνο[θέταν]
[ἐν] τ̣οῖς πρώτοις Διονυσίοις τῶ ἄγωνι τῶν παίδων· [δέδοσθαι]
[δὲ Ἀ]πόλλα τῶ Ἐπινίκω καὶ πολ<ιτ>είαν· ἀπόδειξαι δὲ κα[ὶ πρεσβεύ]-
[ταν], ὄστις ἀφικόμενος εἰς Πριήνην τό τε ψήφισμα το[ῦτο ἀ]-
20 [ποδώ]σει καὶ ἐπέλθων ἐπὶ το[ὶ]ς ἄρχοντας καὶ τὸν δᾶμον [παρα]-
[καλ]έσει Πριήνεας τάν τε φιλίαν συν[αύ]ξειν καὶ τὰν ἀναγ̣[όρευ]-
[σιν τῶν] προειρ̣[ημένω]ν [σ]τεφ̣[άνων ποήσασθ]α̣ι καὶ παρ’ α̣[ὔ]-
[τοις — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help