1 | [— — — — — — — — — —]αιν̣․․ε․3-5․α․Ι̣μα̣․․․7․․․ |
[․․6․․․ μετ]ὰ εὐκοσμίας ἀξίως ἀμφοτέραν τᾶν πολίω[ν], | |
[δέδοχθαι τῶ δ]άμω, ἐπαίνεσαι μὲν τὸν δᾶμον τὸν Πριην[έων], | |
[διότι καὶ νῦ]ν ἀποδειξσάμενος ἄνδρας κάλοις καὶ ἀγ[ά]- | |
5 | [θοις ἀπέστελλεν] ἄμμι, καὶ στεφάνωσαι αὖτον στ[εφά]- |
[νωι χρυσέω, ἐ]παίνεσαι δὲ καὶ τὸν δικάσταν Ζηνόδοτ[ον] | |
[ἀναστράφεντα] ἀξίως τᾶς ἐγχειρισθείσας αὔτω πίστ[ι]- | |
[ος ἐν ἄπασι] το<ῖ>ς κα̣τὰ τὰν δικαστείαν ὀσίως καὶ δι- | |
[καίως], κ̣αὶ στ[ε]φάνωσαι αὖτον στεφάνω χρυσέω, δέδο[σ]- | |
10 | [θαι] δὲ Ζηνοδότω τῶ Ἀρτέμωνος καὶ πολιτείαν καὶ εἴσ- |
[π]λουν καὶ ἔκ̣πλουν καὶ ἐμ πολέμω καὶ [ἐ]ν εἰ[ρ]ά̣να ἀσύλει κα[ὶ] | |
[ἀσ]πόνδει καὶ [ἔ]φοδον ἐπὶ τὰμ βόλλα[ν καὶ τ]ὸν δᾶμον πρώ[τω] | |
μετὰ τὰ ἶρα· ἐπαίνεσαι δὲ καὶ τὸν συν[εξα]ποστάλεντα τῶ [δι]- | |
κάστα γραμμάτεα Ἀπόλαν ἐπὶ τᾶ κατὰν γραμματείαν φιλ[ο]- | |
15 | πονίαι καὶ στεφάνωσαι αὖτον θάλ[λ]ου στεφάνωι· τὰν δ̣[ὲ ἀ]- |
[ν]αγγελίαν τῶν στεφάνων ποήσασθαι τὸν ἀγωνο[θέταν] | |
[ἐν] τ̣οῖς πρώτοις Διονυσίοις τῶ ἄγωνι τῶν παίδων· [δέδοσθαι] | |
[δὲ Ἀ]πόλλα τῶ Ἐπινίκω καὶ πολ<ιτ>είαν· ἀπόδειξαι δὲ κα[ὶ πρεσβεύ]- | |
[ταν], ὄστις ἀφικόμενος εἰς Πριήνην τό τε ψήφισμα το[ῦτο ἀ]- | |
20 | [ποδώ]σει καὶ ἐπέλθων ἐπὶ το[ὶ]ς ἄρχοντας καὶ τὸν δᾶμον [παρα]- |
[καλ]έσει Πριήνεας τάν τε φιλίαν συν[αύ]ξειν καὶ τὰν ἀναγ̣[όρευ]- | |
[σιν τῶν] προειρ̣[ημένω]ν [σ]τεφ̣[άνων ποήσασθ]α̣ι καὶ παρ’ α̣[ὔ]- | |
[τοις — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |
IG XII Suppl.
141