[ ] Ionia — Erythrai — bef. 167 BC — IK Erythr.122
1 ἔγνω δᾶμος· περὶ ὦν ἀ βόλλα προεβόλλευσε καὶ Πολυδεύκης Μέ-
γωνος ὀ τετάγμενος στράταγος ἐπὶ πάντων καὶ Αἰσχύλης ὀ Θεμιστίω
ὀ ἀντιγράφευς ἐπὶ τὸν δᾶμον ἦλθον, περὶ τῶ δάμω τῶι(!) Ἐρυθραίων, ὤς
κε ἐπαινεθείη καὶ στεφανωθείη ἐν τοῖς Διονυσίοις χρυσίωι στε-
5 φάνωι, καὶ περὶ τῶν δικάσταν Ἐκαταίω Δημητρίω, Διοδότω Κλε-
ωνυμείω, ὤς κε ἐπαινέθειεν καὶ στεφανώθειεν ἐν τοῖς Διονυ-
σίοισι χρυσίω στεφάνωι καὶ ὤς <κ>ε ξενίσθειεν ἐν τῶι πρυτ[α]-
νείωι, καὶ περὶ προξενίας καὶ πολιτ<εί>ας, ἴνα ποιήσωνται οἰ
στράταγοι ἔφοδον ὐπὲρ αὔτων ἐν τοῖς χρόνοις τοῖς ἐκ τῶ νό-
10 μω, καὶ περὶ τῶ γραμμάτεος αὔτων Θεοπόμπω Ἀπολλοδότ[ω],
ὤς κε ἐπαινεθείη καὶ στεφανωθείη ἐν τοῖς Διονυσίοισι χρυ-
σίω στεφάνωι καὶ ξενισθείη ἐν τῶι πρυτανήω, <καὶ> περὶ τῶ δι-
κασταγώγω Ἀγεμάχω Ἀγ{γ}ελ<α>είω {²⁶Ἀγελ<α>είω}²⁶, ὤς κε ἐπαινεθείη
καὶ στεφανωθεί<η> ἐν τοῖς Διονυσίοισι χρυσίω στεφάνω κα[ὶ]
15 εἰς τὸ πρυτανήιον κληθείη μετὰ τῶν δικάσταν,    ἀγάθαι τύ-
χαι δέδοχθαι τῶι δάμωι· ἐπειδὴ Ἐρύθραιοι συγγένεις καὶ
φίλοι ἔοντες τᾶς πόλιος θέλοντες ἀπόδειξιν ποιήσασθαι
τᾶς εὐνοίας ἆς ἔχοισι πρὸς τὸν δᾶμον, ἔν τε τοῖς ἄλλοις
τοῖς συμφερόντεσσι τᾶ πόλει προνόηνται, καθ’ ὄ κε δύνα-
20 τοι ἔωσι, καὶ περὶ τῶ μεταπέμπτω δικαστηρίωι(!) ἐμβλέ-
ποντες εἰς τὰν σπούδαν, ἂμ ποίη ὀ δᾶμος, ἐφιλοτιμή-
θησαν καὶ ἀπέστελλαν δικάσταις κάλοις καὶ ἀγά-
θοις, οἴ τε παραγενόμενοι τὰν προσήκοισαν πρόνοιαν
ἐποιήσαντο περὶ τᾶν δίκαν καὶ ἐφρόντισαν, ἴνα οἰ μὲν συλ-
25 λύθωσι τὰ πρὸς ἀλλήλοις, οἰ δὲ διακρινόμενοι τύχωσι
τῶν δικαίων, τάν τε παρεπιδαμίαν ἐποιήσαντο ἀρμο-
ζόντως· ὄπως οὖν καὶ ὀ δᾶμος φάνερος ἦι εὐχαρίστως
συνάνταις ἐκάστοισι καὶ μνᾶν ποιήμενος τῶν τε ἐξαπο-
[σ]τελλάντων καὶ τῶν δικάσταν τῶν ἐπιμελέως καὶ δικα[ί]-
30 ως προστάντων τᾶν δίκαν καὶ ἀξίως τῶν τε ἀποστελλάν-
των καὶ τᾶς τῶ δάμω αἰρέσιος, ἐπαίνησαι τὸν δᾶμον τὸν
Ἐρυθραίων ἐπὶ τᾶι εὐνοίαι ἆι ἔχει πρὸς τὰμ πόλιν καὶ ἐπὶ τῶι ἀπό-
στελλαι δικάσταις κάλοις καὶ ἀγάθοις καὶ στεφάνωσαι ἐν τοῖς
Διονυσίοισι χρυσίω στεφάνω, ἐπαίνεσαι δὲ καὶ τοὶς δικάσταις Ἐκά-
35 ταιον καὶ Διόδοτον ἐπὶ τῶ πρόσταν τῶν κὰτ ταὶς δίκαις ἴσως
καὶ δικαίως καὶ στεφάνωσαι ἐν τοῖς Διονυσίοισι χρυσίω στεφάνω,
εἰσαγήσασθαι δὲ περὶ αὔτων ἐν τοῖς χρόνοις τοῖς ἐκ τῶ νόμω
καὶ τοὶς στρατάγοις, ὄπως ὐπάρξηι αὔτοισι προξενία καὶ πολιτεί-
α, ἐπαίνεσαι δὲ καὶ τὸγ γραμμάτεα Θεόπομπον ἐπὶ τῶι πραγματε[ύ]-
40 θην ἄϊ φιλοτίμως καὶ ἀξίως ἀμφοτέρων τᾶμ πολίων καὶ στεφά-
νωσαι αὖτον ἐν τοῖς Διονυσίοισι χρυσίω στεφάνω, ἐπαίνεσαι δὲ κα[ὶ]
τὸν δικαστάγωγον Ἀγέμαχον ἐπὶ τῶι φιλοτίμως ἐπιδόμεναι
ἔαυτον καὶ πρόσταν τῶν κὰτ τοὶς δικάσταις, ἴνα ἔκαστα διεξα-
χθέωσι δικαίως καὶ συμφερόντως, καὶ στεφάνωσαι ἐν τοῖς Δ[ιονυ]-
45 σίοισι χρυσίω στεφάνω· τᾶς δὲ ἀναγγελίας τῶν στεφάνω[ν, ὤς κε γέ]-
νηται, ἐπιμελήθην τοὶ̣ς βασίλεας καὶ πρυτάνεις, κάλεσαι δὲ ἐπ[ὶ ξένια]
τοὶς δικάσταις καὶ τὸγ γραμμάτεα ε<ἰς> τὸ πρυτανήιον ἐπὶ τὰγ κοίναν ἐστ[ί]-
αν, κάλεσαι δὲ μετ’ αὔτων εἰς τὸ πρυτανήιον καὶ τὸν δικαστάγωγον·
χειροτόνησαι δὲ καὶ πρεσβεύταν ἐκ πάντων τῶμ πολίταν, τὸν δὲ ἀγρέ-
50 θεντα τό τε ψάφισμα ἀνένεγκαι πρὸς Ἐρυθραίοις καὶ ἐμφανίσαντα {ς}
περὶ τᾶς εὐνοίας, ἆς ἔχει ὀ δᾶμος πρὸς αὔτοις καὶ τὰ ὠικονομήμενα
ὐπὸ τῶν δικάσταν, παρακάλην αὔτοις ἐπίμελες ποιήσασθαι, ὄπως ο[ἴ]
τε στέφανοι ἀναγορευθέωσι καὶ παρ’ ἐαύτοις καὶ τὸ ἀντίγραφον τῶ ψη-
φίσματος ἀναγράφη ἐς στάλλαν καὶ ἀνατέθη ὠς ἐν ἐπιφανεστάτω τό-
55 πω, καὶ ἐμφανίζην, ὄττι ταῦτα ποιήσαντες χαρίσσονται τῶι δάμω.
πρεσβεύτας Πυθοφάης Ἰερογένειος.
corona 1.57 τὸν δῆμον
τὸν Ἐρυθραίων.
corona 2.57 Ἑκαταῖον
Δημητρίου.
corona 3.57 Διόδοτον
Κλεωνύμου.
corona 4.59 Θεύπομπον
60 Ἀπολλοδότου.
corona 5.59 Ἀγέμαχον
60 Ἀγελάου.
Search Help