[ ] Lesbos — Eresos — 2nd c. BC
[— — — — — — — — — — — — — —]
1 [— — — —]ς̣ εἰστείχη̣ν̣ εὐσέβεας
   vac.   ἀπὸ μὲν κάδεος ἰδίω
[περιμένν]αντας ἀμέραις εἴκοσι. ἀπὸ δὲ
[․․7?98․․․]ω ἀμέραις τρεῖς λοεσσάμενον·
5 [ἀπὸ δὲ ․․․]άτω v ἀμέραις δέκα· v αὔταν δὲ
[τὰν τετό]κοισαν ἀμέραις τεσσαράκοντα·
[ἀπὸ δὲ ․․․]τω ἀμέραις τρεῖς· v αὔταν δὲ τ[ὰν]
       [τε]τόκοισαν v ἀμέραις δέκα·
[ἀπὸ δὲ γ]ύναικος αὐτάμερον λοεσσάμενον·
10 [․․6․․․] δὲ μὴ εἰστείχην v μηδὲ προδόταις.
[μὴ εἰσ]τείχην δὲ μηδὲ γάλλοις v μηδὲ
    [γύ]ναικες γαλλάζην ἐν τῶ τεμένει·
    [μ]ὴ εἰσφέρην δὲ μηδὲ ὄπλα πολεμιστήρι[α]
     μ̣ηδὲ θνασίδιον·
15 [μη]δὲ εἰς τὸν ναῦον εἰσφέρην v σίδαρον
     μηδὲ χάλκον πλὰν νομίσματος
     μηδὲ ὐπόδεσιν μηδὲ ἄλλο δέρμα
     μῆδεν. vv μὴ εἰστείχην δὲ μηδὲ γ̣ύ[ναικ]α
     εἰς τὸν ναῦον v πλὰν τᾶς ἰρέας
20 καὶ τᾶς προφήτιδος.
[μὴ πο]τίζην δὲ μηδὲ κτήνεα μηδὲ βοσκήματα
        ἐν τῶ τεμένει.
Search Help
Contact Us