[ ] Lesbos — Eresos — 209-204 BC
1 Ἔρμος Δαμονίκειος εἶπε· περὶ ὦν ἀ βόλλα προεβόλ-
λευσε καὶ οἰ ἄρχοντες προτίθεισι, περὶ ὦν Βάκχιος
Ἐρμοδίκω, Εὐφάνης Δαμάρχω, Γλαύκων Μένωνος,
Εὐρύλοχος Βακχίω ἔπηλθον, ὄπως κε Ἀγλάνωρ Π[ε]-
5 ριάνδρω γυμνασίαρχος γενόμενος καὶ ἐπιμελή-
θεις τῶν κατὰ τὸ Πτολεμάϊον ὄρθως καὶ ἀκολούθ[ως]
τᾶ προαιρέσει τᾶ τῶ δάμω, ἂν ἔχων διατέλει π[ρὸς]
τὸν βασίλεα, καὶ ἐπιμελήθεις τῶ ἄγωνος ὂν [συν]-
τέλει ὀ̣ δᾶμος τῶ βασίλει ὄρθως καὶ δικαίως, καὶ ἐ[ν]
10 τᾶ ἀμέρα τᾶ τῶ βασίλεος θυσιάσαις μετὰ τῶν ν[έ]-
ων καὶ τῶν ἀλειφομένων τῶ τε βασίλει καὶ τᾶ βασ̣[ι]-
λίσσα καὶ τῶ παῖδι αὔτων, θυσιάσαις δὲ καὶ πάν-
τεσσι καὶ πάσαισι πανδᾶμι καὶ παραλάβων εἰς
τὰν θυσίαν τοὶς πολίταις καὶ ἐστιάσαις ἐν τοῖς Πτ[ο]-
15 λεμαείοισι, ἐπιμελήθεις δὲ καὶ τῶν νέων καὶ
τῶν ἄλλων τῶν παραγινομένων εἰς τὸν τόπ̣ον̣
εὐτάκτως καὶ ἀρμοζόντως καὶ δαπανάσαις ἐκ τῶν
[ἰ]δίων καὶ πλέονα εἴς τε ὄπλα καὶ διαδρόμαις καὶ κ[ρε]-
ανομίαις καὶ εἰς τὰν ἄλλαν χοραγίαν, ἐξαγάγ[ων]
20 δὲ τοὶς νέοις καὶ τῶν ἄλλων τοὶς θέλοντας ἐπὶ τ̣[ὰ ὄ]-
[ρι]α τᾶς χώρας καὶ ἐπιδείξαις ἐκ τῶν ἰδίων δ[α]-
[πα]ναμάτωμ· ἐφ’ οἷς πάντεσσι τούτοισι ἐστεφάνω-
[σα]ν αὖτον οἰ νέοι στεφάνω χρυσίω καὶ εἴκονι· ποιή-
σ̣αις δὲ καὶ Ἔρμ[ε]ια καὶ ἐστιάσαις τοὶς ἀλειφομέν[οις]
25 ․․․․ καὶ [— — — — — — — — — — τῶν νέ]ων εὐκοσμία
Search Help
Contact Us