[ ]
Lesbos — Eresos — 209-204 BC
1 | Ἔρμος Δαμονίκειος εἶπε· περὶ ὦν ἀ βόλλα προεβόλ- |
λευσε καὶ οἰ ἄρχοντες προτίθεισι, περὶ ὦν Βάκχιος | |
Ἐρμοδίκω, Εὐφάνης Δαμάρχω, Γλαύκων Μένωνος, | |
Εὐρύλοχος Βακχίω ἔπηλθον, ὄπως κε Ἀγλάνωρ Π[ε]- | |
5 | ριάνδρω γυμνασίαρχος γενόμενος καὶ ἐπιμελή- |
θεις τῶν κατὰ τὸ Πτολεμάϊον ὄρθως καὶ ἀκολούθ[ως] | |
τᾶ προαιρέσει τᾶ τῶ δάμω, ἂν ἔχων διατέλει π[ρὸς] | |
τὸν βασίλεα, καὶ ἐπιμελήθεις τῶ ἄγωνος ὂν [συν]- | |
τέλει ὀ̣ δᾶμος τῶ βασίλει ὄρθως καὶ δικαίως, καὶ ἐ[ν] | |
10 | τᾶ ἀμέρα τᾶ τῶ βασίλεος θυσιάσαις μετὰ τῶν ν[έ]- |
ων καὶ τῶν ἀλειφομένων τῶ τε βασίλει καὶ τᾶ βασ̣[ι]- | |
λίσσα καὶ τῶ παῖδι αὔτων, θυσιάσαις δὲ καὶ πάν- | |
τεσσι καὶ πάσαισι πανδᾶμι καὶ παραλάβων εἰς | |
τὰν θυσίαν τοὶς πολίταις καὶ ἐστιάσαις ἐν τοῖς Πτ[ο]- | |
15 | λεμαείοισι, ἐπιμελήθεις δὲ καὶ τῶν νέων καὶ |
τῶν ἄλλων τῶν παραγινομένων εἰς τὸν τόπ̣ον̣ | |
εὐτάκτως καὶ ἀρμοζόντως καὶ δαπανάσαις ἐκ τῶν | |
[ἰ]δίων καὶ πλέονα εἴς τε ὄπλα καὶ διαδρόμαις καὶ κ[ρε]- | |
ανομίαις καὶ εἰς τὰν ἄλλαν χοραγίαν, ἐξαγάγ[ων] | |
20 | δὲ τοὶς νέοις καὶ τῶν ἄλλων τοὶς θέλοντας ἐπὶ τ̣[ὰ ὄ]- |
[ρι]α τᾶς χώρας καὶ ἐπιδείξαις ἐκ τῶν ἰδίων δ[α]- | |
[πα]ναμάτωμ· ἐφ’ οἷς πάντεσσι τούτοισι ἐστεφάνω- | |
[σα]ν αὖτον οἰ νέοι στεφάνω χρυσίω καὶ εἴκονι· ποιή- | |
σ̣αις δὲ καὶ Ἔρμ[ε]ια καὶ ἐστιάσαις τοὶς ἀλειφομέν[οις] | |
25 | ․․․․ καὶ [— — — — — — — — — — τῶν νέ]ων εὐκοσμία |