[ ]
Lesbos — Eresos — 3rd/2nd c. BC?
1 | (I) ․․․7․․․ οἱ τεταγμένοι ὑπὸ τοῦ δήμου εἰ[ς τὰ] |
ἱερὰ καὶ ἀποστολήν· ἀ̣π̣ο̣[σ]τ̣εῖλαι δὲ τόδε τὸ ψήφισμ[α] | |
καὶ πρὸς τὸν δῆμον τ[ὸν] Ἐρεσίω[ν κ]αὶ ἀξιῶσαι αὐτὸν̣ | |
ποιήσασθαι ἐπιμ̣έλειαν, ὅπως οἱ ἄρ̣[χ]οντε<ς> οἱ ἐπὶ τούτω[ι] | |
5 | τεταγμέν[οι] π̣οιήσωνται τὴν ἀναγγελ̣[ί]αν τῶν vacat |
στεφάνων ἀ[ν]αγγέλλοντες· "ὁ δῆμος ὁ Παριαν[ῶν] στεφανοῖ | |
τὸν δῆμον τὸν Ἐρεσίων, ὅτι ἀπέστειλεν ἐπὶ τῆ̣[ι] ἐ̣γδικασίαι | |
τῶν δικῶν̣ ἄνδρας καλοὺς καὶ ἀγαθούς". ἀναγγεῖλ[αι] δὲ αὐτοὺ[ς] | |
καὶ ὅτι ὁ δῆ̣μος ὁ Παριανῶν στεφανοῖ Βάκχιον Ἑρμ̣[οδί]κου, Ἀρχία[ν] | |
10 | Εὐρυσι[λ]άου, Ἀμφικλῆν Ἴσωνος καλῶς καὶ δικαίως vacat |
[κ]αὶ σ[υμ]φερόντως δικάσαντας παρ’ αὐτῶι τὰς δίκας̣. vacat | |
ἀξι[ῶ]σαι δὲ Ἐρεσίους καὶ ἵνα τὰ ἐψηφισμένα ὑπὸ τ[οῦ] | |
δήμου ἀναγραφῆι εἰστήλην καὶ τεθῆ[ι] παρ’ αὐτο[ῖ]ς | |
ἐν τ̣ῶι ἀποδειχθέντι τόπωι ὑπὸ τοῦ δήμου. vacat | |
15 | (II) Με[ν]ίτας Πενθίλω εἶπε· περὶ ὦν ἀ βόλλα προεβόλλ[ευσε] |
καὶ ο̣[ἰ] ἄρχοντες προτίθισι(!) καὶ οἰ δίκασται ο[ἰ] ἀποστάλ̣[εντες] | |
[ε]ἰ̣ς̣ [Π]άριον τά τε γράμματα καὶ τὸ ψάφισμα ἀπ[έδωκαν] | |
ὂ ἐψαφ[ί]σαντο Παρίανοι περὶ τίμαν τῶ τε δάμω κ[αὶ τῶν] | |
δικάσταν τῶ[ν] ἀποσταλέντων πρὸς αὔτοις [καὶ ἀξί]- | |
20 | αισ̣[ι] ταὶς τίμαις̣ [αὔ]τοισι καὶ τῶ δάμω ταὶς ἐψαφ[ισμέναις] |
ὐπ[ὸ] τώ δάμω τῶ Παριάν[ω]ν, ὄπως ἀναγγέλλω[νται] | |
αὔτοισι καὶ ἀναγραφέωσι εἰς στ̣[άλλ]αν καὶ τ̣εθ̣[έωσιν] | |
ἐν [τ]ῶ τόπω τῶ ἀποδίχθεντι, δέδοχθ[αι τ]ῶ̣ δ̣[άμω]· | |
ἐπα[ί]νησαι μὲν τὸν δᾶμον τὸμ Παριάνων̣ [ἐπ’ ἆ ἔχει] | |
25 | εὐχαριστία καὶ διότι διαφυλάσσει τὰν εὔνοιαν̣ [καὶ τὰν] |
φιλίαν τὰμ προυπάρχοισαν αὔτα(!) πρὸς τὰμ π[όλιν]· | |
ἐπαίνησαι δὲ καὶ τοὶς ἀποστάλεντες(!) δικά[σ]τ[αις] | |
Βάκχιον Ἐρμοδίκω, Ἀρχίαν Εὐρυσιλάω, Ἀμφίκλην Ἴσω[νος], | |
ὄτι ἐδίκ[α]σαν Παριάνοισι ταὶς δίκαις κάλως καὶ δικαίω[ς] | |
30 | [κ]αὶ συμφε̣ρόντως· ἀναγόρευσαι δὲ καὶ τοὶς [σ]τεφάνοις, |
[κ]αθάπερ ἀξ̣ίαισι Παρίανοι, ἔν τε τοῖς Ἠρακ̣λέοισι τῶ | |
[ἄ]γωνι τῶ γυ̣μνίκω καὶ ἐν τοῖς̣ Διονυσίοισ[ι] τῶ ἄγωνι | |
[τ]ῶν τραγώιδων· τᾶς δὲ ἀναγορεύσι[ος] ἐπιμέλεια[ν] | |
[π]ο̣ήσασθαι ἐμ μ̣[ὲν] τοῖς Ἠρακλέοισι [τ]ὸν γυμνασίαρχο[ν], | |
35 | [ἐν] δὲ τοῖς Διονυσί[οισι] τὸν χορ[οσ]τ̣άταον?. τὸ δὲ ψάφισμ[α] |
[το]ῦτό τε καὶ τὸ Παριάν[ων] ἀνάγραψαι τοὶς ἐξετάσται[ς] | |
[ε]ἰστάλλαν λιθίναν καὶ στᾶσαι ἐν τᾶ ἀγόρα· τὸ δὲ | |
[ἀνάλωμα κτλ. — — — — — — — — — — — — — — — — — —] |