[ ]
Lesbos — Methymna — ca. 129 BC
1 | ἐπὶ πρυτάνεως Τιμίχου τοῦ Ἀνθεμοκλείους καὶ γ[υ]- |
μνασιάρχων Ἡράκωνος τοῦ Δαμοκλείους, Ἀπολλω- | |
νίου τοῦ Φάνη, μηνὸς Πανθείου· ἀγαθῇ τύχηι ἔδο- | |
ξεν τοῖς νέοις· ἐπειδὴ καὶ ἐκ τῶν ἔνπροσθεν χρόνων | |
5 | πολλάκις ἐπιδεδωκότες ἑαυτοὺς εἰς τὰ συνφέρον- |
τα τοῦ δήμου καὶ ἐν τῶι παρόντι δὲ καιρῷ θεωροῦν- | |
τες τὸν δῆμον διὰ τὰς συνεχεῖς ἀφορίας ἐν τοῖς σίτ- | |
τ̣οις καὶ τὰς εἰσφορὰς τῶν χρημάτων εἰς τὰς σιτωνία[ς] | |
θλειβόμενον, ἔτι δὲ καὶ διὰ τὴ̣ν οὖσαν αὐτῶι ἀπὸ τῆς [ἀρ]- | |
10 | χῆς πρὸς Ῥωμαίους εὔνοιάν τε καὶ φιλίαν καὶ διὰ τὴν ὑ- |
πάρχουσαν πρὸς αὐτοὺς συμμαχίαν κοινωνοῦντος | |
τοῦ συνεστῶτος αὐτοῖς ἐν τῆι Ἀσίᾳ πολέμου καὶ εἰς τ- | |
αῦτα εἰσφέροντος πολλὰ καὶ μεγάλα ἀναλώματα, ἀν- | |
[α]νκαῖόν ἐστιν ἡμ〚․〛ῖν {²⁶ἡμῖν}²⁶ τηροῦσιν ἥν τε πρότερον εἴχομεν | |
15 | πρὸς τὸν δῆμον εὔνοιαν καὶ ἀκόλουθα πράσσοντας τ[ῆι] |
τοῦ δήμου προαιρέσει πρὸς τὰ Ῥωμαίων πράγματα π̣[ορί]- | |
σαντας χρήματα δοῦναι ἀναπαίτητα τῆι πόλει εἰς̣ [τὰς] | |
[γ]εγραμμένας χρείας ἄχρι στα(τήρων) v ΧΧ[․]Η, ἵνα θυ̣[— —] | |
[․]ν τινες ὑφ’ ἡμῶν, οἳ δανείσουσιν [— — — — — — —] | |
20 | [— — — — — — — — πί]πτοντ̣[ας τόκους? — — — — — — —] |