[ ] Lesbos — Eresos
1 Αὐρήλιος Πίνυτος Γλύκωνος Ἐρέσιος
καὶ Μηθυμναῖος βουλευτὴς καὶ Ἀσιάρχης ναῶν
τῶν ἐν Σμύρνη ἔθηκα τὸ μνημεῖον τοῦτο
ἐμαυτῶ καὶ τῆ συμβίω μου Λισιννία Αὐρ. Χρυσίω
5 ἐπὶ τῶ ἕτερον μηδέ[ν]α βληθῆναι· εἰ δέ τις τολ-
μήσ[η ἐπι]βαλέσθαι πτῶμα ἤ τε ἀπὸ τοῦ γένους
μου ἢ καὶ ἕτερός τις, δώσει τῶ ἱερωτάτω
ταμείω δηναρίων μυριάδας — — — — — — — —
καὶ τῶ προσανγείλ[λ]α[ντι — — — — — — —]
Search Help
Contact Us