[ ] Lesbos — Eresos
See also:
1 — — — — — — — — — — μηδὲ [τ]οὶς
[— — — — — — — — μή]δενι ἀποπέρασ-
[σαι πέραν τῶ Εὐρ]ίπω μηδὲ ὐποθέ-
[μεναι μηδ’ ἐγγύ]ασθαι μήδενι μηδὲ ὐπό-
5 θεσθα[ι] μηδ’ εἴπην ἐμ βόλλα μηδὲ ἐν
δάμω μήδενα ὡς δεῖ περιβάλεσθαι
τὰν θυσίαν, μηδὲ τὸ ἀργύριον εἰς ἄλλο
κατάταξαι μῆδεν· αἰ δὲ μή, ἄκυρα ἔμμεναι
τὰ πράχθεντα· ἐπαίνησαι δὲ Ἀγέμορτον
10 Βακχίω ὄτι καὶ πρότερον ἄνηρ ἄγαθος ἔων
διετέλειε περί τε τὰ ἶρα καὶ τὸν δᾶμον καὶ
πρυτανεύσαις ἐνεδείξατο τὰν εὔνοιαν
ἂν ἦχε περὶ τὰμ πόλιν καὶ τοὶς πολίταις, καὶ κά-
λεντον αὖτον καὶ ἐκγόνοις εἰς τὸ προτανήϊον
15 ὄτα κε τὰν θυσίαν ταύταν ποιέωσι· δέδοσ-
θαι δὲ αὔτω καὶ τὰν ἐπιγράφαν ἐπὶ τὸμ βῶμον
[κ]αθάπερ αἴτηται· τὸ δὲ ψάφισμα τοῦτο ἀνά-
γραψαι εἰς στάλλαις μαρμαρίναις καὶ
τὰμ μὲν θέμεναι ἐν τἀγόρα, τὰν δὲ εἰς τ[ὸ]
20 Ἀθάναιον.
Search Help