[ ]
Lesbos — Eresos — Hellenistic period
a | [ἔγνω δᾶμος· ἐπειδὴ Ἀγώνιππος {²desunt complura}²] |
1 | [— — — — — — — — — πολ]ιορκήθε[ντας] |
[ἰς τὰν ἀ]κ[ρ]όπολιν [ἀ]νοικο[δ]όμ[η]σε καὶ τοὶ[ς πο]- | |
[λίτα]ις δισμυρίοις στάτηρας εἰσέπραξε [καὶ] | |
[τοὶ]ς Ἔλλανας ἐλαΐζετ[ο] καὶ τοὶς βώμοις ἀ[νέ]- | |
5 | [σ]καψε τῶ Δίος τῶ [Φ]ιλιππί[ω], καὶ πόλεμον ἐξε[νι]- |
[κ]άμενος πρὸς Ἀλέξανδρον καὶ τοὶς Ἔλλανας | |
τοὶς μὲν πολίταις παρελόμενος τὰ ὄπλα ἐξε- | |
κλάϊσε ἐκ τᾶς πόλιος [πα]νδάμι, ταὶς δὲ γύνα[ι]- | |
κας καὶ ταὶς θυγάτερας συλλάβων καὶ ἔρξα[ις] | |
10 | ἐν τᾶ ἀκροπόλι τρισχιλίοις καὶ διακοσίο[ις] |
στάτηρας εἰσέπραξε, ταν δὲ πόλιν καὶ τὰ ἶρ[α] | |
διαρπάσαις μετὰ τῶν [λα]ΐσταν ἐνέπρησε κα[ὶ] | |
σ[υ]γκατέκαυσε σώματα [τῶν] πολίταν, καὶ τὸ τ[ε]- | |
λεύταιον ἀφικόμενος πρὸς Ἀλέξανδρον κατ[ε]- | |
15 | ψεύδετο καὶ διεβάλλετο τοὶς πολίταις· κρῖνα[ι] |
[μ]ὲν αὖτον κρύπται ψάφιγγι ὀμόσσαντας περ[ὶ] | |
[θ]ανάτω· αἰ δέ κε καταψαφίσθη θάνατος, ἀντιτ[ι]- | |
μασαμ[έ]νω Ἀγωνίππω τὰν δευτέραν διαφόραν | |
ποήσασθαι, τίνα τρό[πο]ν δεύει αὖτον ἀποθά- | |
20 | νην· αἰ δέ κε καλλάφθε[ν]τος Ἀγωνίππω τᾶ δίκα |
κατάγη τίς τινα τῶν Ἀγωνίππω ἢ εἴπη ἢ πρόθη | |
περὶ καθόδω ἢ τῶν κτημάτων ἀποδόσιος, κατά- | |
ρατον ἔμμεναι καὶ αὖτον καὶ γένος τὸ κ<ή>νω | |
[κ]αὶ τἆλλα ἔ[ν]οχος ἔστω τῶ νόμω ὠς τὰν στάλλαν | |
25 | ἀνέλοντ[α] τὰν περὶ τῶν τυράννων καὶ τῶν ἐκγ[ό]- |
[ν]ων· ποήσασθαι δὲ καὶ ἐπάραν ἐν τᾶ ἐκλησία α[ὔ]- | |
[τικ]α τῶ μὲν δικάζοντι καὶ βαθόεντι τᾶ πόλε[ι] | |
καὶ τᾶ δικαία εὖ ἔμμεναι, τοῖς δὲ παρὰ τὸ δίκα[ι]- | |
[ο]ν τὰν ψᾶφον φερόντεσσι τὰ ἐνάντια τούτων. | |
30 | ἐδικάσθη· ὀκτακόσιοι ὀγδοήκοντα τρεῖς· ἀπ[ὸ] |
ταύταν ἀπέλυσαν ἔπτα, αἰ δὲ ἄλλαι κατεδίκασ- | |
σαν. | |
[ἔ]γνω δᾶμ[ο]ς· περὶ ὦν οἰ πρέσβεες ἀπαγγέλλοισ[ι] | |
[ο]ἰ πρὸς Ἀλέξανδρον ἀποστάλεντες καὶ Ἀλέ- | |
35 | ξανδρος τὰν διαγράφαν ἀπέπεμψε, ἀφικομέ- |
νων πρὸς αὖτον τῶν πρότερον τυράννων ἀπογ[ό]- | |
νων Ἠρωίδα τε τῶ Τερτικωνείω τῶ Ἠρακλείω κα[ὶ Ἀ]- | |
γησιμένεος τῶ Ἐρμησιδείω καὶ ἐπαγγελλα[μέ]- | |
[ν]ων πρὸς Ἀλέξανδρον ὄτι ἔτοιμοί ἐστι δίκ[αν] | |
40 | [ὐ]ποσ<χ>έθην περὶ τῶν ἐγκαλημένων ἐν τῶ δά[μω]· |
[ἀγάθα τύχα δ]έ[δο]χθ[αι] τῶ δάμω· ἐπειδὴ Λ#⁷․․․ | |
[fortasse Ἀγησιμένης(?)]. | |
[ἀγάθα τύχα δ]έ[δο]χθ[αι] τῶ δάμω· ἐπειδὴ #⁷#⁷[․․․]- | |
[— {²⁷Ἀ̣γ̣[ησι|μένης?}²⁷ — — —] | |
b.1 | [παρ]ήλετο τὰ ὄπλ[α καὶ] |
[ἐξ]εκλάϊσε ἐκ τᾶς [πό]- | |
[λι]ος πανδάμι, ταὶ[ς] | |
[δὲ] γύναικας καὶ τ[αὶς] | |
5 | [θ]υγάτερας συλλάβ[ων] |
[ἦ]ρξε εἰς τὰν ἀκρόπ[ο]- | |
[λ]ιν καὶ εἰσέπραξε | |
δισχιλίοις καὶ τρι[α]- | |
κοσίοις στάτηρα<ς>, τὰ]ν | |
10 | δὲ πόλιν καὶ τὰ ἶρα [δι]- |
[α]ρπάσαις μετὰ τῶν | |
[λ]αΐσταν ἐνέπρησ[ε] | |
[κ]αὶ συγκατέκαυσε | |
σώματα τῶν πολί[ταν]· | |
15 | [κ]ρίνναι μὲν αὖτον |
[κ]ρύπται ψάφιγγι κα- | |
[τ]ὰ τὰν διαγράφαν τ[ῶ] | |
[β]ασίλεος Ἀλεξάνδ[ρω] | |
[κ]αὶ τοὶς νόμοις· [αἰ δέ] | |
20 | [κ]ε καταψαφίσθηι [κα]- |
[τ’] αὔτω θάνατος, ἀ[ντι]- | |
[τι]μασαμένω Εὐρ[υσι]- | |
[λά]ω τὰν δευτέραν κρί- | |
[σ]ιν ποήσασθαι διὰ | |
25 | [χ]ειροτονίας, τίνα |
[τ]ρόπον δεύει αὖτον [ἀ]- | |
[π]οθάνην· λάβεσθαι δ[ὲ] | |
[κ]αὶ συναγόροις τὰ[ν] | |
πόλιν δέκα, οἴτινε[ς] | |
30 | [ὀ]μόσσαντες Ἀπόλ[λω]- |
[ν]α Λύκειον ὄ[μ]α σ[υνα]- | |
[γ]ορήσοισι [τᾶ πόλι ὄπ]- | |
[πω]ς κε δύνα[νται — —] | |
— — — — — — — — — — — | |
c | [ποή]- |
[σασθαι δὲ καὶ ἐπάραν] | |
[ἐν τᾶ ἐκκλησία αὔτι]- | |
1 | [κα τῶ μὲν δικ]αίω [ὐπ]- |
[άρχο]ντι καὶ βαθόεν- | |
[τι τᾶ] πόλει καὶ τοῖς | |
[νόμο]ισι τᾶ δικαία εὖ | |
5 | [ἔμμε]ναι καὶ αὔτοισι |
[καὶ] ἐκγόνοισι, τῶ δὲ | |
[πα]ρὰ τοὶς νόμοις κα[ὶ] | |
τὰ δίκαια δικαζόν- | |
τεσσι τὰ ἐνάντια· ὄ- | |
10 | μνυν δὲ τοὶς πολίτ[αις] |
τοὶς δικάζοντας | |
["ν]αὶ δικάσσω τὰν [δίκαν] | |
[ὄ]σσα μὲν ἐν τοῖς [νό]- | |
[μ]οισι ἔνι κατ τοὶ[ς νό]- | |
15 | [μο]ις, τὰ δὲ ἄλλα ἐ<κ> [φιλο]- |
[π]ονίας ὠς ἄριστα κ[αὶ] | |
[δ]ικαίτατα, καὶ τιμά- | |
[σ]ω, αἴ κε κατάγνω, ὄρθω[ς] | |
καὶ δι<καί>ως· οὔτω ποήσω | |
20 | ναὶ μὰ Δία καὶ Ἄλιον." |
Φιλίππω. | |
αἱ μὲν κατὰ τῶν φυγά- | |
δων κρίσεις αἱ κριθε[ῖ]- | |
σαι ὑπὸ Ἀλεξάνδρου | |
25 | κύριαι ἔστωσαν καὶ |
[ἣ]ν κατέγνω φυγὴν φε[υ]- | |
[γ]έτωσαμ μέν, ἀγώγιμο[ι] | |
δὲ μὴ ἔστωσαν. | |
Πρότανις Μελίδωρος· | |
30 | βασιλεὺς Ἀντίγονος |
Ἐρεσίων τῆι βουλῆι | |
καὶ τῶι δήμωι χαίρειν· | |
παρεγένοντο πρὸς ἡ- | |
μᾶς οἱ παρ’ ὑμῶν πρέ[σ]- | |
35 | βεις καὶ διελέγοντ[ο], |
φάμενοι τὸν δῆμον | |
κομισάμενον τὴν παρ’ [ἡ]- | |
μῶν ἐπιστολὴν ἣν ἐγρ[ά]- | |
ψαμεν ὑπὲρ τῶν Ἀγωνίπ- | |
40 | [π]ου υἱῶν ψήφισμά τε π[ο]- |
[ήσ]ασθαι ὃ ἀνέγνωσα[ν] | |
[ἡμῖ]ν καὶ αὐτοὺς ἀπε- | |
[σταλκέναι πρ]άσσ[ειν]. | |
d.1 | [— — — δη]μο․ ηκ[— — — — — — — — — — ἐ]πὶ τῆ[ι] |
— — — — — — — — — — — — — — —ν Ἀλεξάν[δρωι ἐν]- | |
τυγ[χ]άν[ετε — — — — — — — — — — —· ἔρρωσ[θε]. | |
[ἔ]γν[ω δᾶμος· περὶ ὦν ἀ βό]λ[λα] προεβόλλε[υσε, ἢ ἔδο]- | |
5 | [ξ]ε ἢ [μ]ετέδ[οξε τᾶ βόλλα καὶ οἰ] ἄνδ[ρ]ες οἰ χειροτο- |
[ν]ή[θεν]τε[ς πάν]τα [τὰ γράφεντα] κατὰ τῶν τυρ[άν]- | |
νων [κα]ὶ τ[ῶν ἐ]μ πό[λει οἰκη]θέντων καὶ τῶν ἐκγ[ό]- | |
[νω]ν [τῶν τούτων παρέχ]ονται καὶ ταὶς γράφαι[ς] | |
[ε]ἰσ[κομίζοισ]ι εἰς τὰν ἐκλησίαν· ἐπειδὴ καὶ π[ρό]- | |
10 | [τε]ρον ὀ βασίλευς Ἀλέξανδρος διαγράφαν ἀποσ- |
[τέ]λλαις π[ροσέτ]αξε [Ἐρ]εσίοις κρίναι ὐπέρ τ[ε] | |
[Ἀγ]ωνίππω καὶ Εὐ[ρυσ]ιλ[ά]ω, τί δεῖ πά[θ]ην αὔτοις, [ὀ] | |
[δὲ δᾶμος ἀκο]ύ[σ]αις τὰ[ν] διαγράφαν δικαστήριο[ν] | |
[καλέ]<σ>σα[ι]ς κ[ατὰ] τοὶς νόμοις ὀ ἔκριν[ν]ε Ἀγώνι[π]- | |
15 | [π]ομ μὲν καὶ Εὐρυσίλ[αο]ν τε[θ]νάκην, τοὶς δὲ ἀπο[γό]- |
[νοις] αὔτων ἐνόχοις [ἔμμε]ναι τῶ νόμω τῶ ἐν τᾶ | |
[στ]άλα, τὰ [δ]ὲ ὐπάρχον[τα π]έπρασθαι αὔτων κατὰ | |
[τ]ὸν νόμον· ἐπιστέλλ[αντος] δὲ Ἀλεξάνδρω καὶ ὐ- | |
πὲρ τῶν Ἀπολλ[οδ]ωρε[ίων] παί<δων καὶ> τῶν κασιγνήτων [αὔ]- | |
20 | [τ]ω Ἔρμωνος καὶ Ἠραίω τῶν πρότερον τυραννη- |
σάντων τᾶς πόλιος καὶ τῶν ἀπογόνων αὔτων γ[νῶ]- | |
ναι τὸν δᾶμον πότερο[ν δόκ]ει καταπορεύεσθ[αι] | |
αὔτοις ἢ μή, [ὀ] δὲ δᾶμος ἀκούσαις τᾶς διαγράφα[ς] | |
δικαστήριόν τε αὔτοισι συνήγαγε κατὰ τὸν [νό]- | |
25 | [μο]ν καὶ τὰν διαγράφαν τῶ βασίλεος Ἀλεξάνδρ[ω], |
[ὂ ἔ]γνω λό[γ]ων ῥηθέντων παρ’ ἀμφοτέρων τόν τε ν[ό]- | |
[μο]ν τὸν κατὰ τῶν τυράννων κύριον ἔμμεναι κα[ὶ] | |
[φ]εύγην αὔτοις κατ [τὰ]μ π[όλιν]· δέδοχθαι τῶ δάμ[ω] | |
[κ]ύριομ μὲν ἔμμεναι κατὰ [τῶν] τυράννων καὶ τῶ[ν] | |
30 | [ἐ]μ πόλι οἰκηθέντων καὶ τῶν ἀπογόνων τῶν το[ύ]- |
[τ]ων τόν τε νόμον τὸμ περὶ [τ]ῶν τυράννων γεγρά[μ]- | |
[μ]ενον ἐν τᾶ στάλα τᾶ [παλαί]α καὶ ταὶς διαγρά- | |
[φ]αις τῶν βασιλέων ταὶς κατὰ τούτων καὶ τὰ ψα- | |
[φ]ίσματα τὰ πρότερον γράφεντα ὐπὸ τῶν προγό- | |
35 | [ν]ων καὶ ταὶς ψαφοφο[ρ]ίαις ταὶς κατὰ τῶν τυράννων· [αἰ] |
[δ]έ κέ τις παρὰ ταῦτα ἀλίσκηται τῶν τυράννω[ν] | |
τῶν ἐμ πόλι οἰκηθέντων ἢ τῶν ἀπογόνων τῶν [τού]- | |
των τις ἐπιβαίνων ἐπὶ τὰν γᾶν τὰν Ἐρεσίων [ἄφ]- | |
[ν]ω(?) τὸν δᾶμον βουλεύσασθαι καὶ — — — — — — | |
40 | — — — — — — — — — — — — — — — — — — — — — — |