[ ]
Lesbos — Methymna
1 | [μήτε ὅπλοις μήτε χρήμασιν μήτ]<ε> [ναυ]<σὶ>[ν βοηθείτωσαν] |
[δημοσίαι βουλῆι δόλωι πο]νηρῶι. ὁ δῆμος [ὁ Ῥωμαίων] | |
[τοὺς πολεμίους καὶ ὑπεν]αντίους τοῦ δήμου τοῦ Μ[η]- | |
[θυμναίων διὰ τῆς ἰδίας χ]ώρας καὶ δι’ ἧς ἂν ὁ δῆμος ὁ Ῥ[ω]- | |
5 | [μαίων κρατῆι μὴ διιέτω]σαν δημοσίαι βουλῆ δόλω[ι] |
[πονηρῶι, ὥστε τῶι δήμ]ωι τῶι Μηθυμναίων καὶ οἷς | |
[ἂν ὁ δῆμος ὁ Μηθυμναίων] ἄρχη πόλεμον ἐπιφέρειν | |
[μήτε πολεμίοις μήτε ὅπλ]οις μήτε χρήμασιν μήτε να[υ]- | |
[σὶν βοηθείτωσαν δημοσ]ίαι βουλῆ μετὰ δόλου πονηροῦ. | |
10 | [ἐάν τις πόλεμον πρότερο]ς ἐπιφέρη τῶι δήμωι τῶι Μηθ[υμ]- |
[ναίων, τότε ὁ δῆμος ὁ Ῥωμ]αίων τῶι δήμωι τῶι Μηθυ[μ]- | |
[ναίων βοηθείτωσαν ὡς ἂν] εὔκαιρον· ἐὰν δέ τις πόλεμ[ον] | |
[πρότερος ἐπιφέρη τῶι δή]μωι τῶι Ῥωμαίων, τότε ὁ δ[ῆ]- | |
[μος ὁ Μηθυμναίων τῶι δή]μωι τῶι Ῥωμαίων βοηθείτω- | |
15 | [σαν ὡς ἂν εὔκαιρον ἐκ τῶ]ν συνθηκῶν καὶ ὁρκίων [τ]ῶι |
[δήμωι τῶι Ῥωμαίων καὶ τῶι] δήμωι τῶι Μηθυμναίων | |
[δοκῆ. ἐὰν δὲ τίς τι πρὸς ταύ]τας τὰς συνθήκας κοινῆ [βου]- | |
[λῆ προσθεῖναι ἢ ἆραι βούλητα]ι, δημοσίαι βουλῆ ἑκατέρ[ων] | |
[ἐξέστω· ἃ δὲ ἂν προσθῶσιν ἢ ἄ]ρ<ω>σιν ἐν ταῖς συνθήκ[αις] | |
20 | [ἐκτὸς ἔστω ταῦτα προσγεγραμμένα] ταῖς συνθήκαις. |