[ ]
Lesbos — Methymna
1 | [— — — — — — — — φ]ιλο[δοσίας] |
[κ]αὶ χορη[γίας οὐδὲν ἐλλείπ]οντες, ἐνδε[ικνύ]- | |
μενοι τὴν ε[ὔν]οιαν ἣν ἔχουσιν πρὸς [τοὺς] | |
Σαμοθραικιαστάς· ὅπως οὖν ἦι πᾶσι φ[ανε]- | |
5 | ρὸν ὅτι τὸ κοινὸν τῶν Σαμοθραικιαστ[ῶν τι]- |
μᾶι τοὺς φιλοτιμουμένους εἰς αὐτο[ύς], | |
ἀγαθῆι τύχηι ἐψη[φ]ίσθαι· ἐπαινέσ[αι αὐ]- | |
τοὺς ἐπί τε τῆι πρὸς τοὺς θεοὺς εὐσεβ[είαι καὶ] | |
ἐπὶ τῆι πρὸς τοὺς Σαμοθραικιαστὰς φι[λοδοσί]- | |
10 | αι καὶ στεφανοῦν αὐτοὺς καθ’ ἑκά[στην] |
σύνοδον διὰ βίου τοῦ ἑαυτῶν· ὅτ[αν δὲ ἡ πομ]- | |
[π]ὴ τῶν Σαμοθραικιαστῶν παραπ[έμπηται ἐκ] | |
[το]ῦ πρυτανείου εἰς τὸ ἱερὸ[ν — — —] | |
— — — — — — — — — — — — — — — — — — |