[ ]
Lesbos — Methymna
{²corona laurea}² | |
1 | [ἐπὶ πρυτάνιος Ἀ]ριστίωνος τῶ Ἀριστίω[νος]· |
[ἔδοξε τῶ] κοίνω τῶν Φωκέων· ἐπειδ[ὴ] | |
[Ἀναξ]ίων Ἀναξίωνος δείχθεις χελλησ[τυ]- | |
[άρ]χας τὰν παῖσαν ἐπιμέλειαν ἐποιήσατ[ο] | |
5 | [ὄ]πως κε τοῖς θέοισι τοῖς πατρωΐοισι αἰ θύ- |
σιαι συντελέσθειεν καὶ ἀ χέλληστυς ἐν | |
τᾶ παίσα ἐπιμελεία γένηται, καὶ εἰς ταῦτα | |
πάντα ἐχοράγησε ἐκ τῶν ἰδίων· ἐψάφισθαι· στεφ[ά]- | |
νωσαι Ἀναξίωνα Ἀναξίωνος ἐν τοῖς Διονυσί- | |
10 | οισι πρὸ τᾶς τῶ ἀγάλματος περιφόρας, καὶ |
ἀνακάρυξαι ὄτι ἀ χέλληστυς ἀ Φωκέων στ[ε]- | |
φάνοι Ἀναξίωνα Ἀναξίωνος ἀρέτας ἔ[νεκα] | |
καὶ εὐνοίας τᾶς εἰς αὔταν στεφάν[ω χρυσίω] | |
τῶ ἐννόμω καὶ εἴκονι γράπ[τα· δίδων δὲ] | |
15 | [αὔ]τω [καὶ ἐκγόν]οισι — — — — — — — — |