[ ] Lesbos — Methymna
          {²corona laurea}²
1 [ἐπὶ πρυτάνιος Ἀ]ριστίωνος τῶ Ἀριστίωος]·
[ἔδοξε τῶ] κοίνω τῶν Φωκέων· ἐπειδ[ὴ]
[Ἀναξ]ίων Ἀναξίωνος δείχθεις χελλησ[τυ]-
[άρ]χας τὰν παῖσαν ἐπιμέλειαν ἐποιήσατ[ο]
5 [ὄ]πως κε τοῖς θέοισι τοῖς πατρωΐοισι αἰ θύ-
σιαι συντελέσθειεν καὶ ἀ χέλληστυς ἐν
τᾶ παίσα ἐπιμελεία γένηται, καὶ εἰς ταῦτα
πάντα ἐχοράγησε ἐκ τῶν ἰδίων· ἐψάφισθαι· στεφ[ά]-
νωσαι Ἀναξίωνα Ἀναξίωνος ἐν τοῖς Διονυσί-
10 οισι πρὸ τᾶς τῶ ἀγάλματος περιφόρας, καὶ
ἀνακάρυξαι ὄτι ἀ χέλληστυς ἀ Φωκέων στ[ε]-
φάνοι Ἀναξίωνα Ἀναξίωνος ἀρέτας ἔ[νεκα]
καὶ εὐνοίας τᾶς εἰς αὔταν στεφάν[ω χρυσίω]
τῶ ἐννόμω καὶ εἴκονι γράπ[τα· δίδων δὲ]
15 [αὔ]τω [καὶ ἐκγόν]οισι — — — — — — — —
Search Help
Contact Us