[ ] Lesbos — Methymna
 {²corona laurea}²     {²corona laurea}²
1 [ἐπὶ πρυ]τάνιος Χορείω μῆνος Π[— — — ἀγάθα]
[τύ]χ[α ἔδ]οξε τῶ κοίνω τῶν Φωκέ[ων ἐπειδὴ [․․․έτορτις]
[Γ]λαύκ[ω]νος δείχθεις χελληστύαρ[χας τὰν παῖσαν ἐπι]-
[μ]έλεια[ν] ἐποιήσατο ὅπως κε τοῖς θέ[οισι τοῖς πατρωΐοισι]
5 αἰ θύσια[ι] συντελέσθειεν καὶ ἀ χ[έλληστυς ἐν]
[τ]ᾶ παίσα ἐπιμελεία γένηται καὶ ε[ἰς ταῦτα πάν]-
[τ]α ἐχοράγησεν, ἐκ τῶν ἰδίων ἀξί[ως τῶν θέων]
[κ]αὶ τᾶς χελλήστυος· περὶ δὴ τ[ούτων ἐψά]-
[φ]ισθαι· ἐπεί κε σ[υν]τελέη ἀ χέ[λληστυς τὰ ἶρα]
10 [το]ῖς θέοισι στεφά[ν]ωσθαι αὖτ[ον στεφάνω τῶ]
[ἐννόμ]ω καὶ διμοιρία κ[αὶ] σάρκι βοε[ία — —]
[στεφάν]ων δὲ αὖ[τον] καὶ [τῶ] μῆνος τῶ Διο[νυσίω]
[τᾶ — — — τᾶς πε]ν[τ]ετ[ήρι]ος(?) [τ]ἐξαποστόλα τῶ [θέω(?)],
[ἀναγγέλλοντ]ος [τῶ κάρ]υκος ὄτι ἀ χέλληστυ[ς]
15 [ἀ Φωκέων στεφάνοι ․․․]έτορτιν Γλαύκωνος [εὐ]-
[σεβείας ἔννεκα τᾶς πρὸ]ς τοὶς θέοις καὶ ἀρέτας
[καὶ εὐνοίας τᾶς εἰς αὔταν] στεφάνω χρυσίω τῶ ἐ[ν]-
[νόμω — — — — — δὲ] αὔτω καὶ εἴκονα γρά[π]-
[ταν — — — — — κ]αὶ ἐπίγραψαι ὄτι ἀ χ[έλ]-
20 [ληστυς ἀ Φωκέων τίμαι ․․․έτ]ορτιν Γλαύκωνος
[εὐσεβείας ἔννεκα τᾶς πρὸς] τοὶς θέοις καὶ ἀρέ]-
[τας καὶ εὐνοίας τᾶς εἰ]ς αὔταν, ἴνα φάν[ερον]
[ἦ τοῖς θελόντεσσι εὐε]ργέτην τὰν χέλ[λησ]-
[τυν ὄτι χάριν ἀξίαν ἀποδ]ίδοισιν οἰ Φώ[κεες]
25 — — — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us