[ ] Lesbos — Methymna
          {²sub corona laurea:}²
1 [ἐ]πὶ πρυτάνιος [Τ]υφαί[τ]η(?) μῆννος Πτ— —
[ω]νος τεταρίω ἔδοξε τῶ κοίνω τῶν Πρωτέων·
[ἐπει]δὴ <Ζ>ώ[βιος Ἀπολλοδ]ώρω δείχθε[ι]ς χε[λ]-
[ληστυάρ]χας τα[ίς τ]ε θυσίαις συνετέλ[εσσεν]
5 τοῖς θέοισ[ι ἀξίως τῶν τε θέ]ων καὶ τᾶς χ[ελ]-
λήστυος [— — — ἐπιμε]λείας(?) οὖδεν ἐλλείπω[ν]·
[․․․․․ ὄπως κε] ο[ὖν φά]νερον ἦ πάντεσσι ο-
τι [Πρώτεες ἴσασιν εὐερ]γέ[την] τοὶς φίλο[ι]ς·
[δ]έδο[χθαι ἀγάθα τύχα· στε]φ[άνωσαι] αὖτον μετὰ
10 τα<ὶ>ς [σπ][νδ]αις [κατ’ ἐ]κάσταν σύνοδον δι[ὰ]
[β]ίω τῶ [ἐαύτ]ω, τὰν ἀνάρρησιν ποιημένοις
[ὄ]τι ἀ χ[έλληστυς στε]φάνοι Ζώβιον(?) Ἀπολλο-
δώρω εὐ[χρήστ]ως ἐπιμελήθεντα τᾶς χελλήσ-
τυος καὶ ταὶς θυσίαις συντελέσσαντα τοῖς
15 θέοις κάλως κα[ὶ εὐσεβέ]ως διμοιρίαισι σίτ[ησι]
ΜΛ․[․]τειω καὶ εἴκονι γράπτα· τῶ δὲ καρύγμα-
τος ὄπως [κε κάλλιστα γέν]ηται κατ’ ἔκαστον ἐν[ί]-
αυτον ἐν τᾶ συνόδω ἐπίμελες ποίησθαι τὸν
χελληστυάρχαν ἄϊ τὸν γινόμενον καὶ
20 [τ]οὶς κε[λεύσταις]· ἀνάγραψαι δὲ τὸ [ψάφισμα]
τοῦτο εἰς στάλαν [καὶ ἀναθέμεναι — — —]
[— — —]ΦΕΙΝ[— — — — — — — — — —]ΛΙΛΔΕΛΛΕ[— —]
[— — —]ενας· δεῖξαι δὲ καὶ ἄνδρας τρεὶς
[οἴ]τινες ἐπιμελήσονται τᾶς ἀναθέσιος
25 τᾶς [τε στάλας] καὶ τᾶς εἴκονος. ἐ[δεί]χθ[η]-
σαν ․[․․]ης Διονυσ[ό]δωρω, Πατο[— — —]-
ος, Φίλων Εὔκλη.
Search Help
Contact Us