[ ] Lesbos — Methymna — 222-205 BC
1 βασιλεύοντος Πτολεμαίω τῶ
Πτολεμαίω καὶ Βερενίκας Θέων
Εὐεργέταν. ἀγάθα τύχα. ἐπὶ πρυτάνιος
Ἀρχία, ἔδοξε τῶ κοίνω τῶν Πρωτέων·
5 ἐπειδὴ Πραξίκλης Φιλίνω δείχθεις
χελληστυάρχας τὰν παῖσαν ἐπ[ι]-
μέλειαν ἐποιήσατο ὄπως κε τοῖς θ[έ]-
οισι τοῖς πατρωΐοισι αἰ θύσιαι συν-
τελέσθειεν καὶ ἀ χέλληστυς
10 ἐν παίσα γένηται ἐπιμελεία κα[ὶ]
εἰς ταῦτα πάντα ἐκ τῶν ἰδίων ἐχο-
ράγησε ἀξίως τῶν θέων καὶ τᾶς
χελλήστυος· ἀγάθα τύχα ἐψάφισθαι·
ἐπεί κε συντελέη ἀ χέλληστυς
15 τοῖς θέοισι τὰ ἶρα, δίδων αὔτω καὶ
ἐκγόνοισι δι[μοιρί]αν καὶ σάρκα πεντα-
μναῖον ἀπ[ὸ τῶ β]όος τῶ θυομένω τῶ
Δὶ τῶ Σώ[τηρ]ι, ἔως κε ζώωσι, καὶ ἀνα-
καρύσσην αὔτοις ὄτι ἀ χέλληστυς
20 στεφάνοι Πραξίκλην Φιλίνω καὶ ἐκγό-
νοις διμοιρία καὶ σάρκι βοεία πεντα-
[μ]ναίω συντελέσσαντα τὰ ἶρα τοῖς
θέοισι καττὸν νόμον καὶ τᾶς χελ-
λήστυος ἐπιμελήθεντα ἀξίως·
25 [ἀνακαρύσσην δὲ κ]αὶ ἐν τοῖς Πτολε-
[μαίω γενεθλίοισι — — —]
Search Help
Contact Us