[ ]
Lesbos — Methymna — 222-205 BC
1 | βασιλεύοντος Πτολεμαίω τῶ |
Πτολεμαίω καὶ Βερενίκας Θέων | |
Εὐεργέταν. ἀγάθα τύχα. ἐπὶ πρυτάνιος | |
Ἀρχία, ἔδοξε τῶ κοίνω τῶν Πρωτέων· | |
5 | ἐπειδὴ Πραξίκλης Φιλίνω δείχθεις |
χελληστυάρχας τὰν παῖσαν ἐπ[ι]- | |
μέλειαν ἐποιήσατο ὄπως κε τοῖς θ[έ]- | |
οισι τοῖς πατρωΐοισι αἰ θύσιαι συν- | |
τελέσθειεν καὶ ἀ χέλληστυς | |
10 | ἐν παίσα γένηται ἐπιμελεία κα[ὶ] |
εἰς ταῦτα πάντα ἐκ τῶν ἰδίων ἐχο- | |
ράγησε ἀξίως τῶν θέων καὶ τᾶς | |
χελλήστυος· ἀγάθα τύχα ἐψάφισθαι· | |
ἐπεί κε συντελέη ἀ χέλληστυς | |
15 | τοῖς θέοισι τὰ ἶρα, δίδων αὔτω καὶ |
ἐκγόνοισι δι[μοιρί]αν καὶ σάρκα πεντα- | |
μναῖον ἀπ[ὸ τῶ β]όος τῶ θυομένω τῶ | |
Δὶ τῶ Σώ[τηρ]ι, ἔως κε ζώωσι, καὶ ἀνα- | |
καρύσσην αὔτοις ὄτι ἀ χέλληστυς | |
20 | στεφάνοι Πραξίκλην Φιλίνω καὶ ἐκγό- |
νοις διμοιρία καὶ σάρκι βοεία πεντα- | |
[μ]ναίω συντελέσσαντα τὰ ἶρα τοῖς | |
θέοισι καττὸν νόμον καὶ τᾶς χελ- | |
λήστυος ἐπιμελήθεντα ἀξίως· | |
25 | [ἀνακαρύσσην δὲ κ]αὶ ἐν τοῖς Πτολε- |
[μαίω γενεθλίοισι — — —] |