[ ] Lesbos — Mytilene: Polichnito-Scala
1          Θεογένης καὶ Τρυφέρα
         Θεογένους χρηστοὶ χαίρετε.
2a {²vacat}²
3 δαιτὶ καὶ εἰλαπίναις με θεῶν χαίροντα καὶ αὐτῆ
  τερπόμενον πρώτη σεῖο γενεθλιάδι
5 ἄρτι διοιγομένων οὔλων ὑποδόντιον ἄλγος
  σόν, τέκος, αἰακτοῖς ἀμφέβαλεν δακρύοις·
ἦ γὰρ ἐνὶ τριτάτω θάνες ἤματι, Θειόγενες παῖ,
  τὴν πολλὴν γονέων ἐλπίδ’ ἀπωσάμενος.
8a {²vacat}²
9 ἄρτι τέκνου νεόχωτον ἐπ’ ἠρίον ἔστενε μοῖραν,
10   ἄρτι καὶ οἰχομένωι δαῖτ’ ἐπιτυμβιδίην
πόρθυε Θειογένης κούρωι· τὸ δὲ νήπιον οἴκοις
  δι{σ}ζομένη {²⁶διζομένη}²⁶ κούρη τηλυγέτη Τρυφέρα
πέμπ<τ>[η] τὴν ὁμάδελφον ἐσέδρακε μοῖραν ἐν ἠοῖ
δαίμονος οἰκείοις ἄλγεσι χρησαμένη.
15 οἳ δὲ τὸν ἀζυγίη Στύγιον δόμον αὖθι τοκῆες
  δισσοῖσιν τέκνων πένθεσιν ἐστένοσαν.
16a {²vacat}²
17 τὴν μελίπνουν, ὦ ξεῖνε, τὸ κηρίον ἡδύ, τὸ τρισσῶν
  ἄνθος ἁβρὸν χαρίτων νήπιον ἐνθάδ’ ἔχει
τύμβος, ἀείκλαυστον Τρυφέραν, ἣ πολλὰ τοκῆας
20   τέρψασα στυγεροῦ δαίμονος ἠντίασεν.
Search Help
Contact Us