[ ] Lesbos — Mytilene: Chalakais
1 [ἀ β]όλλα καὶ ὀ δᾶμος
Βρῆσον Βρήσω ἀρχίατρον ἀλιτού[ρ]-
γατον, ζὰ τῶν παίδων δὲ καὶ ἐ-
κγόνων ἄρχας καὶ ἄλλας καὶ
5 κισσοφορίας καὶ ἀγορανομία[ς]
ἐπιτετελέκοντα, καὶ αὖτο[ν]
δὲ καὶ βουλαρχίαν καὶ νομο-
φυλακίαν καὶ ἄλλας, ὄντα Δίο[ς]
Αἰθερίω καὶ Ἄμμωνος Ἐλευθε-
10 ρίω καὶ τᾶς Ἀδραστείας καὶ τῶ
Σεβάστων μυστηρίω Πνιστί-
ας Ἐτηφίλας Ποσείδωνος
Μυχίω καὶ Μυχίας καὶ τᾶν Ἀπα-
ραιτήτων Θέαν καὶ τᾶς εἴ-
15 ρας καλίας καὶ τῶ Δίος τῶ
Μαινολίω πάρεδ<ρ>ον, τᾶς τε
Πολίαδος Ἀθάνας παρακε-
λεύσ[τ]αν ὑπὲρ τᾶς πόλιος, τᾶ[ς]
τε Ἀρτέμιδος καὶ Ἀπόλλωνος
20 Μαλ<όε>ντος ἀρχίχορον καὶ ἱε-
ροκάρυκα τῶν γερέων, ζά-
κορον Σαώτηρος Ἀσκληπί-
ω, τοῦ δὲ θειοτάτου Αὐτο-
κράτορος καὶ τῶν τᾶς πό-
25 λιος εἴρων προθύταν, καὶ
{καὶ} περιηγήταν ἐτέων ἤδ[η]
τεσσαράκοντα καὶ πρὸς
ἄνευ συντάξιος καὶ μισ-
θοῦ, οὐχ ὡς οἱ πρὸ αὐτοῦ. ❦
Search Help
Contact Us