[ ] Lesbos — Mytilene
1 Παρθενόπην κύνα θάψεν ἄναξ ἑὸς ἧ συνάθυρεν,
  ταύτην τερπωλῆς ἀντιδιδοὺς χάριτα.
ἔστ’ ἆθλον στοργῆς ἄρα καὶ κυσίν, ὥς νυ καὶ ἥδε
 εὔνους οὖσα τροφεῖ σῆμα λέλονχε τόδε.
5 ἐς τόδ’ ὁρῶν χρηστὸν ποιοῦ φίλον, ὅς σε προθύμως
  καὶ ζῶντα στέργοι καὶ νεκρὸν ἀμφιέποι.
Search Help
Contact Us