[ ]
Lesbos — Mytilene
1 | Παρθενόπην κύνα θάψεν ἄναξ ἑὸς ἧ συνάθυρεν, |
ταύτην τερπωλῆς ἀντιδιδοὺς χάριτα. | |
ἔστ’ ἆθλον στοργῆς ἄρα καὶ κυσίν, ὥς νυ καὶ ἥδε | |
εὔνους οὖσα τροφεῖ σῆμα λέλονχε τόδε. | |
5 | ἐς τόδ’ ὁρῶν χρηστὸν ποιοῦ φίλον, ὅς σε προθύμως |
καὶ ζῶντα στέργοι καὶ νεκρὸν ἀμφιέποι. |