[ ]
Lesbos — Mytilene
| 1 | χθ[ὼν αὕ]τα κα[τ]έχει τύμβος θ’ ὅδε δύσμορα τέκνα |
| καὶ πατέρος λυπρὴν γηραλέην τε τρίχα. | |
| φρουρὸς ἔπεστι δ’ ὁδ[ὶ] χαροπός, κεύ<θ>ι δ’ ὑπὸ β[άθρω] | |
| Νέστορος ὧ ψυχ[ὰν ἠ]δὲ ποθεινότατον | |
| 5 | Ἡδύλον· ἆρ’ ἄδικος δ[αίμω]ν ὃς πάντα τὸν [ὑμῶν] |
| οὐκ ἐν ἴσα μοίρα δ[ισσὸν] ἔθηκε βίον; | |
| ἦ γὰρ ὁ μὲν πρὸς χῶρο[ν ἂν] εὐσεβέων κατ[αβαίνωι] | |
| ὤχετο σὺν γήρα, τούσδε δ’ ἔλειπε ν[έους], | |
| οἱ δ’ αὖ ματρὶ πόθους σὺ[ν] δάκρυσι λ[εῖβον ἔνηβοι], | |
| 10 | τᾶι δαίμων ἄχθη{ι} δῶκ’ ἐπιτυμ[βίδια], |
| Λέσβος δ’ εἰμερτὰ τῶνδ’ ὀστέ’ ἂ[ν οὐκ ἀπὸ πολλοῦ] | |
| δέξατο δυστήνων μυδ[αλόεντα σάλου]. |