[ ] Lesbos — Mytilene
See also:
1 ἀ βόλλα καὶ ὀ δᾶμος
Αὖλον Κλώδιον Περεν-
νίανον, στραταγήσαν-
τα ἄγνως καὶ εὐσταθέως
5 ἐν καίροις ἐπιμεληΐας
δευομένοις, τὸν εἴρεα
καὶ ἀρχείρεα καὶ λόγιον
πρύτανιν ἀγωνοθέταν
ἔνι ἐνιαύτω, πεπληρώκον-
10 τα δὲ καὶ τὰν ἐν τᾶ πρώτα
πάτριδι καὶ νεωκόρω Περ-
γαμήνων τῶν συνγενέων
πόλει τὰν ἐπώνυμον
ἀπὺ βασιλέων πρυτανηΐαν,
15 ἂν ἐκ γένεος διαδεξάμε-
νος τοῖς τᾶς ἀξίας βάσ-
  μοις ἀνελόγησε.
Search Help
Contact Us