[ ] Lesbos — Mytilene
[— — — — — — — — — — — — — πρεσβεύταν]
1 Πο. [Γα]λλίηνον Πολλίω[να πέμπ]ην καὶ ψάφισμα· δια-
πέμπεσθαι δὲ κατ’ ἐνίαυτον ψάφισμα παρ τᾶς
βόλλας καὶ τῶ δάμω περὶ αὔτω τούτω πρὸς τοῖς ἀγ[ί]-
μονας ὄππως καὶ αὔτοις φανέραν πόημεν τὰν
5 προαίρεσιν τᾶς πόλιος περὶ τῶν δαμοσίων πραγμ[ά]-
των. αἰ δέ κέ τις παρ ταῦτα πόη ἔμμεναι αὖτον ὐπεύ-
θυνον καὶ ὀφέλλην αὖτον τᾶ θέα Ἀρτέμιδι εἴραις ἀρ-
γυρίω (δράχμαις) <⁴ΕϹΙ>⁴, αἲς καὶ ἐπάνανκες εἰσπράσσεσθαι ὐπὸ
τῶν στροτάγων· αἰ δέ κέ τις μὴ ἰσπράξηται, αὖτον
10 ἀπότεισαι διπλόαις ταὶς ἀπὺ τῶ ψαφίσματος ἐπά-
νω εἰρημέναις (δράχμαις) <⁴ΕϹΙ>⁴. τὸ δὲ ψάφ[ι]σμα τόδε ἔμμεν[αι]
ἐς ἄϊ ἐπὶ σαωτηρία καὶ φυλάκα καὶ ἀγάθα τύχα τᾶς
πόλιος· καὶ ἐνχαράχθην ἐς στάλλαν μαρμαρίναν
καὶ ἀνατέθην ἐν τῶ εἴρω τᾶς Ἀρτέμιδος τᾶς Θερ-
15 μίας καὶ πρὸ τῶ εἴρω βολλευτηρίω. Δογματόγρα-
φοι Γνάϊος Πομπήϊος Ῥοῦφος, Γάϊος
Ὄρφιος Πρ[όκλ]ος Ἰουλίανος, Λούκιος Γράττιο[ς].
Search Help
Contact Us