[ ] Lesbos — Mytilene
{²in corona:}² [ἀ βόλλα]. {²in corona:}² καὶ ὀ δᾶμος.
1 [ἔγνω βόλλα· περ]ὶ ὦν Κλεοσθένης Κλεόφων-
[τος Ἀθάναος ἐπ]ὶ τὰν βόλλαν ἦλθε ἐμφανίσων
[ὄτι πρεσβεύ]σαις εὐεργέτηκε καὶ κοίνα τὰμ π-
[όλιν καὶ το]ὶς ἐντυχάνοντας τῶμ πολί-
5 [ταν· δέδοχ]θαι τᾶι βόλλαι· ἐπειδὴ Κλεοσθ[έ]-
[νης Ἀθά]ναος διατέλει εὐνόως ἔχ[ων]
[πρὸς τὸν δ]ᾶμον, ἐπαίνεσαί τε αὖτον ἀ[ρέτας]
[ἔνεκα κα]ὶ εὐνοίας τᾶς εἰς τὸν δᾶμον, [καὶ]
[στεφάνω]σαι ἐν τοῖς Διονυσίοισι χρυσί[ω στεφ]-
10 [άνω τῶ] καττὸν νόμον, τοὶς δὲ βασίλε[ας ἀ]-
[νακάρ]υξαι ὄτι ὀ δᾶμος στεφάνοι Κλεο[σθέ]-
[νην Κ]λεόφωντος Ἀθάναον ἀρέτας ἔνε[κα]
[καὶ] εὐνοίας τᾶς εἰς αὖτον· ἐπιμέλεσθαι δὲ
[αὔτ]ω καὶ εἰς τὸν ἄλλον χρόνον τὰν βόλλαν
15 [καὶ] τὸν δᾶμον καὶ ταὶς ἄρχαις ἄϊ ταὶς κατισ-
[τα]μέναις, ὠς αἴ κέ τινος δεύηται τᾶς πόλιος
[ἔσ]ται αὔτω πάντα καττὸ δύνατον· ὠς δὲ καὶ τ-
[ιμάσε]ται Κλεοσθένης κατ’ ἀξίαν τοὶ στρότα-
[γοι εἰσάγοντον κα]ὶ τῶ δάμω, τὸν δὲ δᾶμον βολλ-
20 [εύεσθαι αἴ κε ἄγητα]ι συμφέρην· εἰς δὲ ἀμ[φ— —]
[— — — — — — — — — —γ]ην Κλεοσθένη[ν — — —]
Search Help
Contact Us