[ ]
Lesbos — Mytilene — ca. 193 BC — Add. p. 140 (l. 19)
1 | [ἔ]δοξε τοῖς Αἰτωλοῖς· ποτὶ τοὺς Μυτιληναίους |
[τ]ὰν φιλίαν τὰν ὑπάρχουσαν διαφυλάσσειν καὶ μηθ[έ]- | |
να ἄγειν Αἰτωλῶν μηδὲ τῶν ἐν Αἰτωλίαι πολιτευόν- | |
των πρὸς Μυτιληναίοις μηδαμόθεν ὁρμώμενον | |
5 | μήτε ποτ’ Ἀμφικτυονικὸν μήτε ποτ’ ἄλλο ἔγκλημα |
μηθέν· εἰ δὲ τίς κα ῥυσιάζη ἢ ἄγη, τὰ μὲν ἐνφανέα ἀν[α]- | |
πράσσειν τὸν στροταγὸν ἀεὶ τὸν ἔναρχον ὄντα | |
καὶ ἀποδίδομεν τοῖς Μυτιληναίοις, τῶν δὲ ἀφανέων | |
καταδικάζοντας τοὺς συνέδρους κατὰ τῶν ἀγόν- | |
10 | των καὶ ῥυσιαζόντων ζαμίαν ἅν κα δοκιμάζωντι |
[κ]υρίους εἶμεν. πρεσβευταὶ Εὔνομος Θηρίου, | |
Μελέδημος Ἄβαντος. | |
περὶ ὦν οἰ στρόταγοι προτίθεισι προσταξαίσας τ[ᾶς βόλ]- | |
[λ]ας καὶ οἰ πρέσβεις οἰ ἀποστάλεντες εἰς Αἰτω[λίαν] | |
15 | [ἀ]παγγέλλοισι καὶ δόγμα ἤνικαν πὰρ τῶ κοίνω Αἰτ[ώλων] |
περὶ τᾶς οἰκηιότατος καὶ τᾶς φιλίας ὤς κε διαμέν[ωσι] | |
[ε]ἰς τὸν πάντα χρόνον καὶ μήδεις μήτε Αἰτώλων μή[τε] | |
τῶν κατοικήντων ἐν Αἰτωλίαι μήδενα Μυτιληνάων ἄ[γη] | |
μηδάμοθεν ὀρμάμενος μήτε κατὰ ῤῥύσιον {²⁶ῥύσιον}²⁶ μήτε πρὸς [Ἀμφ]- | |
20 | [ι]κτυόνικον μήτε πρὸς ἄλλο ἔγκλημα μῆδεν· δέδοχθαι τῶ [δά]- |
μω ἐπαίνησαι τὸ κοῖνον τῶν Αἰτώλων καὶ τοὶς προέδροις κα[ὶ] | |
[Π]ανταλέοντα τὸν στρόταγον ὄτι εὐνόως ἔχοισι πρὸς τὸ[ν] | |
δᾶμον τὸν Μυτιληνάων, καὶ ἐπιμέλεσθαι αὔτων τὰν βόλ- | |
λαν καὶ τὸν δᾶμον καὶ ταὶς ἄρχαις ἄει ταὶς καθισταμέναις | |
25 | ὠς ἄ τε φιλία καὶ ἀ οἰκηιότας ἀ ὐπάρχοισα πρὸς Αἰτώλοις |
διαμένει εἰς τὸν πάντα χρόνον, καὶ αἴ κέ τινος δεύωνται π[αρ’] | |
τᾶς πόλιος ὠς ἔσται αὔτοισι πάντα εἰς τὸ δύνατον· ἐπαίνη- | |
σαι δὲ καὶ τοὶς πρέσβεις Εὔνομον Θηρίαον, Μελέδαμον Ἀ[βάν]- | |
τειον καὶ στεφάνωσαι αὔτοις ἐν τοῖς Διονυσίοισι χρυσ[ίω] | |
30 | στεφάνω κατ’ ὀνόματος, ὄτι τῶν τε πολίταν τινὰς τῶν ἐ[όν]- |
[τ]ων ἐν Πελοπονάσω ἐλυτρώσαντο καὶ ἔπρασ<σ>ον ἐπὶ τὰ ἐ[ξέ]- | |
πεμφθεν προθύμως. τὸ δὲ ψάφισμα τοῦτο καὶ τὸ παρ’ Αἰτώλω[ν] | |
[γ]ράψαντας τοὶς ἐξετάσταις εἰστάλλαν θέμεναι εἰς τὸ ἶρο[ν] | |
τῶ Ἀσκλαπίω. τὸν δὲ ταμίαν τὸν ἐπὶ τᾶς διοικέσιος δόμε- | |
35 | ναι αὔτοισι τό τε ἀνάλωσαν εἰς τοὶς αἰχμαλώτοις καὶ εἰς ἶρ[α] |
δράχμαις τριακοσίαις Ἀλεξανδρείαις, τὸ δὲ ἀνάλωμα τοῦτ[ο] | |
[ἔ]μμεναι εἰς πόλιος σωτηρίαν. ἔγραψε Φαέστας Εὐσάμειος. |