[ ] Lesbos — Mytilene — ca. 193 BC — Add. p. 140 (l. 19)
1 [ἔ]δοξε τοῖς Αἰτωλοῖς· ποτὶ τοὺς Μυτιληναίους
[τ]ὰν φιλίαν τὰν ὑπάρχουσαν διαφυλάσσειν καὶ μηθ[έ]-
να ἄγειν Αἰτωλῶν μηδὲ τῶν ἐν Αἰτωλίαι πολιτευόν-
των πρὸς Μυτιληναίοις μηδαμόθεν ὁρμώμενον
5 μήτε ποτ’ Ἀμφικτυονικὸν μήτε ποτ’ ἄλλο ἔγκλημα
μηθέν· εἰ δὲ τίς κα ῥυσιάζη ἢ ἄγη, τὰ μὲν ἐνφανέα ἀν[α]-
πράσσειν τὸν στροταγὸν ἀεὶ τὸν ἔναρχον ὄντα
καὶ ἀποδίδομεν τοῖς Μυτιληναίοις, τῶν δὲ ἀφανέων
καταδικάζοντας τοὺς συνέδρους κατὰ τῶν ἀγόν-
10 των καὶ ῥυσιαζόντων ζαμίαν ἅν κα δοκιμάζωντι
[κ]υρίους εἶμεν. πρεσβευταὶ Εὔνομος Θηρίου,
Μελέδημος Ἄβαντος.
περὶ ὦν οἰ στρόταγοι προτίθεισι προσταξαίσας τ[ᾶς βόλ]-
[λ]ας καὶ οἰ πρέσβεις οἰ ἀποστάλεντες εἰς Αἰτω[λίαν]
15 [ἀ]παγγέλλοισι καὶ δόγμα ἤνικαν πὰρ τῶ κοίνω Αἰτ[ώλων]
περὶ τᾶς οἰκηιότατος καὶ τᾶς φιλίας ὤς κε διαμέν[ωσι]
[ε]ἰς τὸν πάντα χρόνον καὶ μήδεις μήτε Αἰτώλων μή[τε]
τῶν κατοικήντων ἐν Αἰτωλίαι μήδενα Μυτιληνάων ἄ[γη]
μηδάμοθεν ὀρμάμενος μήτε κατὰ ῤῥύσιον {²⁶ῥύσιον}²⁶ μήτε πρὸς [Ἀμφ]-
20 [ι]κτυόνικον μήτε πρὸς ἄλλο ἔγκλημα μῆδεν· δέδοχθαι τῶ [δά]-
μω ἐπαίνησαι τὸ κοῖνον τῶν Αἰτώλων καὶ τοὶς προέδροις κα[ὶ]
[Π]ανταλέοντα τὸν στρόταγον ὄτι εὐνόως ἔχοισι πρὸς τὸ[ν]
δᾶμον τὸν Μυτιληνάων, καὶ ἐπιμέλεσθαι αὔτων τὰν βόλ-
λαν καὶ τὸν δᾶμον καὶ ταὶς ἄρχαις ἄει ταὶς καθισταμέναις
25 ὠς ἄ τε φιλία καὶ ἀ οἰκηιότας ἀ ὐπάρχοισα πρὸς Αἰτώλοις
διαμένει εἰς τὸν πάντα χρόνον, καὶ αἴ κέ τινος δεύωνται π[αρ’]
τᾶς πόλιος ὠς ἔσται αὔτοισι πάντα εἰς τὸ δύνατον· ἐπαίνη-
σαι δὲ καὶ τοὶς πρέσβεις Εὔνομον Θηρίαον, Μελέδαμον Ἀ[βάν]-
τειον καὶ στεφάνωσαι αὔτοις ἐν τοῖς Διονυσίοισι χρυσ[ίω]
30 στεφάνω κατ’ ὀνόματος, ὄτι τῶν τε πολίταν τινὰς τῶν ἐ[όν]-
[τ]ων ἐν Πελοπονάσω ἐλυτρώσαντο καὶ ἔπρασ<σ>ον ἐπὶ τὰ έ]-
πεμφθεν προθύμως. τὸ δὲ ψάφισμα τοῦτο καὶ τὸ παρ’ Αἰτώλω[ν]
[γ]ράψαντας τοὶς ἐξετάσταις εἰστάλλαν θέμεναι εἰς τὸ ἶρο[ν]
τῶ Ἀσκλαπίω. τὸν δὲ ταμίαν τὸν ἐπὶ τᾶς διοικέσιος δόμε-
35 ναι αὔτοισι τό τε ἀνάλωσαν εἰς τοὶς αἰχμαλώτοις καὶ εἰς ἶρ[α]
δράχμαις τριακοσίαις Ἀλεξανδρείαις, τὸ δὲ ἀνάλωμα τοῦτ[ο]
[ἔ]μμεναι εἰς πόλιος σωτηρίαν. ἔγραψε Φαέστας Εὐσάμειος.
Search Help
Contact Us