1 | [— —c.7— —, τὸ δὲ ὔψ]ος π[οήσει τοί]ς τ̣ε [τοίχοις καὶ τοὶς] |
[κ]ίονας τρισκαιδεκαπάχεα̣[ς καὶ παλ]αίστα[ν· τοὶς δὲ κίονας] | |
[τᾶ]ς στώιας καὶ τοὶς τοίχοις τοὶς θυράοι[ς ποιήσει ἐκ μὲν] | |
[τῶ] κάτωθεν μέρεος μαρμάρω τῶ ἐχ Θέρμ[ας — —c.9— —] | |
5 | μέχρι πέντε παχέων εἰς ὔψος. τὸ δ’ ἐπάνω τῶ ἐκ τᾶς̣ [Χ]ί[ων] |
π̣ό[λι]ος· καὶ τοῖς οἰκημάτεσσι θύρετρα μαρμάρινα δώδ[ε]- | |
[κ]α ἐ̣π̣τ̣απ̣άχεα καὶ ὄδοις μαρμαρίνοις καὶ θύραις ἀρμο- | |
ζοίσαις τοῖς θυρέτροισι· τοὶς δὲ ἔξω καὶ εἴσω τοίχοις | |
τᾶ[ς σ]τώιας τῶ ἀπὸ τᾶς χώρας λίθω· τὸ δὲ ξύλωμα Χίαν δό- | |
10 | [κ]ωσιν, πάχος τῶν ξύλων καὶ μᾶκος καὶ πλάτος κὰτ’ τὰ[ν] |
ὐπόθεσιν τῶν λιθίνων ἔργων. τόπον δ’ αἴτηται ὄπποι ἀνα- | |
θήσει τὰν στώιαν τὸ[ν πρ]ὸς τῶ τε[ίχ]ει ὄππ[οι] νῦν ἀλε[υ]- | |
[ρό]πωλις στώια ἐστὶν ὐ[— — —] |
IG XII,2
14[1]