[ ] Lesbos — Mytilene — stoich.
See also:
           [ἀγαθῆι τύχηι]
{²quae in initio desunt, in alio lapide inscripta extabant}²
1 τὸ μακρὸν πλεῦρον τὸ πρὸς βορέαν πήχει-
ς δύο ἀνακαθαίρων τὸ προσθεμελιούμεν-
ον, τὸ μὲν κατὰ τὸμ πρόδομον καὶ τὸν ὀπισ-
θόδομον ἐπὶ τὸ αὐτὸ ἔδαφος τῶι νῦν κειμ-
5 ένωι θεμελίωι, τὰ δὲ λοιπὰ ἀνακαθαρεῖ τ-
[— — — — —  — — — — — τῆς ἕδρας τ]-
ῆς νῦν κειμένης· ἐὰν δέ τι μαλακὸν ὑπῆι τ-
οῦ τόπου τοῦ προσθεμελιουμένου ἀνακα-
θαρεῖ τῶι πώρωι παρέχων αὐτὸς αὑτῶι τὸ-
10 ν πῶρον· ποιήσας δὲ λήψται ․․․․․․․․ το]-
[ῦ] ἔρ[γ]ου(?), πήχεως εὐθυμετρίαι ὀκτὼ ὀβολο-
ὺς ἐργαζόμενος καθάπερ ἐπὶ τῶν θεμελί-
ων γέγραπται, τιθεὶς τοὺς ἐλαχίστους μ-
ῆκος τριημιπηχιαίους πλάτος πηχιαίο-
15 υς πάχος τετραπαλαίστους, τιθεὶς κατ’ ἐ-
πιτομὰς πρὸς τὴν καταφορὰν τοῦ τόπου, τ-
ιθεὶς ἐναλλὰξ τοῖς ὑποκάτω νόμον παρὰ
νόμον· κατατριδομήσας δὲ ἐπὶ τὸ αὐτὸ ἔδ-
αφος τῶι νῦν κειμένωι θεμελίωι, ξύσας ὀ-
20 ρθὸν πρὸς διαβήτην πρὸς τοῦ κειμένου θ-
εμελίου τὴν ἕδραν, ἐργασάμενος τοῦ κει-
μένου θεμελίου τὰς ἕδρας ὀρθὰς πρὸς κα-
νόνα, ἀνασφίξας καὶ τοὺς ἁρμοὺς πρὸς κα-
[νόνα καὶ διαβήτην ὀρθοὺς καὶ εὐθέας κα]-
25 ὶ εὐγωνίους, στερεοὺς ὑπὸ ξοΐδος, διαψα-
μμώσας, θεμελιώσεται, ποιῶν τὸ μῆκος το-
ῦ ἑτέρου πλεύρου πήχεις ἑβδομήκοντα δ-
ύο καὶ δακτύλους ἑπτά, ποιῶν τὸ προσθεμ-
έλιον τοῦ στυλοβάτου τοῦ σηκοῦ τοῖς ον— — —
30 {²reliqua in alio lapide inscripta erant}²
Search Help
Contact Us